Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. ὅσοι δ᾿ ἐτόλμασαν: τοῦτο Πυθαγόρου φήσαντος ἐπῄνεσε Πλάτων τὸ ῥῆμα, ὅτι τρίτον ἡ ψυχὴ δικαζομένη ἐν Ἅιδῃ, τρίτον εἰς σῶμα μετεμψυχοῦται, καὶ τοὺς τοσαυτάκις δικαιοπραγήσαντας ἐν βίῳ ἄγειν εἰς τὰς μακάρων νήσους καὶ παρὰ τὴν τύρσιν τοῦ Κρόνου, τουτέστι τὰ τείχη καὶ τὴν τοῦ Κρόνου βασιλείαν. λέγει δὲ τὰς μακάρων νήσους περιφραστικῶς.
b. εἰς τρίς: ἤτοι ἀριθμῷ, ἢ ἀντὶ τοῦ πολλάκις.
c. ὅσοι ἐδυνήθησαν ἐν γῇ καὶ ἐν Ἅιδῃ . . . ὡς παρὰ Πλάτωνι (Phaedr. 249 a?)· ἡ ἐς τρὶς ἀδόλως φιλοσοφήσασα ψυχή.
[*]()d. ὅσοι δ᾿ ἐτόλμασαν ἐς τρίς: ὅσοι δὲ τρίτον ὑπέμειναν ἐν ἑκατέρῳ τόπῳ μείναντες, ἔν τε τῷ ὑπὲρ γῆν καὶ ὑπὸ γῆν, ἀπέχεσθαι τῶν ἀδίκων ἔργων καὶ δίκαια πράττειν, ἐστάλησαν ἣν ὁδὸν ἔταξεν ὁ Ζεὺς, ἣν μακάρων νῆσον ὀνομάζουσιν· ἣν δὴ Κρόνου τύρσιν προσηγόρευσεν.
e. ἄλλως· ὅσοι δὲ ἐκαρτέρησαν μέχρι τριῶν μετεμψυχώσεων εἰς ἑκάτερα τὰ μέρη, εἴς τε τὸν ἐν Ἅιδου μετὰ θάνατον εἴς τε τὸν τῆς ζωῆς χρόνον, δίκαιοι γενέσθαι δικαίως καὶ τὴν