Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. οὐ χθόνα ταράσσοντες: τουτέστιν οὐκ ἐργαζόμενοι τὴν γῆν.

b. χερὸς δὲ ἀκμῇ ἀντὶ τοῦ τῷ καρπῷ νῦν, καθὸ καὶ Ἀρίσταρχος.

c. ἔνιοι δὲ χερὸς ἀκμῇ ἀντὶ τοῦ τῇ αἰχμῇ [οἳ] ἀλληγορικῶς ἀκούουσιν· οὐ χθόνα ταράσσοντες, οἷον οὐ πολεμοῦντες κατὰ τὴν γῆν· οὐδὲ πόντιον ὕδωρ, οὐδὲ στόλους κατ᾿ ἀλλήλων ἐπάγοντες. κενεὰν δὲ παρὰ δίαιταν, παρὰ τὰ κενὰ ἑαυτῶν κρίματα.

d. ἄμεινον δὲ Ἀρίσταρχος, παρὰ τὰ μὴ πλήρη τὰ τῆς διαγωγῆς ἐκεῖ, οἷον εἴ τις λέγοι· μὴ ἐργαζόμενοι οὔτε κατὰ γῆν οὔτε κατὰ θάλατταν δι᾿ ἔνδειαν.

[*]()e. οὐ χθόνα ταράσσοντες: οὔτε γεωργοῦντες οὔτε πλέοντες διὰ τὸ κενὰ αὐτοῖς εἶναι τὰ τῆς διαίτης.

f. ἐν [*]() χερὸς δὲ ἀκμᾷ, τῷ καρπῷ τῷ ἀπὸ τῆς χειρός.

g. ἢ οὕτως· οὐκ ἀροῦντες οὐδὲ σκάπτοντες τῇ ἀκμαζούσῃ χειρὶ [*]() τῶν νέων καὶ δυναμένων ἐργάζεσθαι.

h. τινὲς δὲ ἀλληγορικῶς ἀκούουσιν· οὔτε πολεμοῦντες κατὰ γῆν οὔτε ἀλλήλοις

1.91
στόλους ἐπάγοντες κατὰ θάλασσαν. [οὔτε ναυμαχοῦσιν.]

i. ἄλλως· οὐ χθόνα ταράσσοντες: οὐ διὰ μόχθου [*]() καὶ καμάτου τὴν ἐπιθυμίαν καρπούμενοι. οὐδὲ γὰρ γεωργίᾳ προσέχουσιν ἀναταράσσοντες τὴν γῆν (τινὲς δὲ χερὸς ἀκμᾷ τὸ ἄροτρον ἢ τὸ δόρυ)· | οὐδὲ πόντιον ὕδωρ· ἀπὸ [*]() κοινοῦ τὸ ταράσσοντες· ἀντὶ τοῦ, οὐδὲ κατὰ θάλασσαν κινδυνεύοντες ἔχουσι τὴν ζωήν.[*]()