Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

Θήρωνι Ἀκραγαντίνῳ ἅρματι.[*]()[*]()

Τῆς δευτέρας ᾠδῆς ἡ στροφὴ καὶ ἀντίστροφος κώλων [*]() ἐστὶ ιδ΄. τὸ α΄ περιοδικὸν, διπλοῦς ἴαμβος. τὸ β΄ ἰωνικὸν δίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς. τὸ γ΄ ἀντισπαστικὸν ἀπ᾿ ἀδιαφόρου τοῦ πρώτου ποδὸς δίμετρον ἀκατάληκτον ἰαμβικῇ κατακλειόμενον. τὸ δ΄ χοριαμβικὸν δίμετρον καταληκτικὸν ἀπὸ ἰαμβικῆς συζυγίας. τὸ ε΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον. τὸ ς΄ ἀντίσπαστος καὶ συλλαβή. τὸ ζ΄ ἰωνικὸν ἀπ᾿ ἐλάττονος δίμετρον καταληκτικὸν ἀπὸ τροχαϊκῆς. τὸ η΄ ἰωνικὸν δίμετρον ὑπερκατάληκτον. τὸ θ΄ παιωνικὸν δίμετρον καταληκτικόν. τὸ ι΄ ἀντισπαστικὸν

1.58
δίμετρον βραχυκατάληκτον. τὸ ια΄ ὁμόχρονον τῷ ς΄ τῆς στροφῆς. τὸ ιβ΄ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. τὸ ιγ΄ ἑφθημιμερὲς ἰαμβικόν. τὸ ιδ΄ ἰαμβικὸν δίμετρον βραχυκατάληκτον.

ἡ δὲ ἐπῳδὸς κώλων ἐστὶν η΄. τὸ α΄ χοριαμβικὸν τρίμετρον βραχυκατάληκτον ἀπὸ ἰαμβικῆς. τὸ β΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ γ΄ ἀντισπαστικὸν δίμετρον βραχυκατάληκτον. τὸ δ΄ παιωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ε΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ς΄ μικτὸν τροχαϊκὸν ἀπὸ συζυγίας ἰαμβικῆς. ἡ δὲ ἀπόδοσις ἐν τῷ Λάιον τοῦ ι πάσχει ὑφίζησιν. τὸ ζ΄ ἐπιωνικὸν ἰαμβικῆς ἐπιφερομένης. τὸ η΄ ἰαμβικὸν μικτὸν ἀπὸ τροχαϊκῆς.[*]()

Inscr. Γέγραπται Θήρωνι Ἀκραγαντίνῳ ἅρματι νικήσαντι τὴν οζ΄ Ὀλυμπιάδα. ἦν δὲ ὁ Θήρων τὸ ἀνέκαθεν ἀπὸ Οἰδίποδος. ἐκήδευσε δὲ Γέλωνι τῷ τυράννῳ, δοὺς αὐτῷ τὴν θυγατέρα Δημαρέτην, ἀφ᾿ ἧς καὶ τὸ Δημαρέτειον ὠνομάσθη νόμισμα. καὶ αὐτὸς δὲ ὁ Θήρων τὴν Πολυζήλου τοῦ ἀδελφοῦ Ἱέρωνος [θυγατέρα] ἔγημε, καθά φησι Τίμαιος [*]() (FHG I, 213). | ἦν δὲ ὁ Θήρων υἱὸς Αἰνησιδάμου.[*]()

[*]()a. Ἀναξιφόρμιγγες: ἤτοι οἱ τῶν φορμίγγων

1.59
ἀνάσσοντες· ἕπονται γὰρ τοῖς ὕμνοις καὶ φόρμιγγες, δι᾿ οὓς καὶ ἀπεδείχθησαν· ἢ οἱ ἀνασσόμενοι ὑπὸ φορμίγγων | ὕμνοι· [*]() πρότερον γὰρ ἐνδίδωσι τὸ μέλος ὁ κιθαριστής, ἔπειτα ἡ ᾠδὴ λέγεται· ὡς καὶ ἐν Πυθιονίκαις (P. I, 1)· χρυσέα φόρμιγξ Ἀπόλλωνος καὶ ἰοπλοκάμων σύνδικον Μοισᾶν κτέανον.

b. Ἀναξιφόρμιγγες ὕμνοι: οἱ τῆς φόρμιγγος [*]() ἀνάσσοντες. πρῶτον γὰρ τὰ ᾄσματα συντίθενται, εἶθ᾿ οὕτω πρὸς αὐτὰ καὶ ἡ λύρα ἁρμόζεται.

c. ἢ οὕτως· ὦ ὕμνοι οἱ ὑπὸ τῆς φόρμιγγος ἀνασσόμενοι. πρῶτον γὰρ ἔκρουον, εἶτα ἐπῇδον. καὶ τούτου μάρτυς Ὅμηρος (α 155)·

ἦτοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
ἐμφανίζει δὲ τὸν μουσόληπτον. ὡς ἐπιζητῶν γὰρ τίνα ὀφείλει ὑμνῆσαι, εἶτα καθ᾿ ἑαυτὸν δοκιμάζων . . . .

d. ἄλλως· ἀναξιφόρμιγγες ὕμνοι: τὴν αἰτίαν αὐτὸς παρέστησε παρ᾿ ἣν τοὺς τρεῖς δεῖ ἐπαινεῖν· Δία ὅτι τούτου ἱερὸς ὁ τόπος· Ὀλυμπιάδα δ᾿ ἔστησεν Ἡρακλῆς· διὸ ὑμνητέον αὐτὸν ὡς ἥρωα· ἄνθρωπον δὲ Θήρωνα. τυποῖ δὲ ὁ Πίνδαρος ὅτι δεῖ καθ᾿ ἕκαστον ἐπίνικον ὑμνεῖν θεὸν, ἥρωα, ἄνδρα.

(κελαδήσομεν:) ὑμνήσομεν.[*]()

a. ἤ τοι Πίσα μὲν Διός: τὴν αἰτίαν παρέστησε, [*]() παρ᾿ ἣν τοὺς τρεῖς ἐπαινεῖ· Δία μὲν γὰρ ὅτι τούτου ἱερὸς ὁ τόπος· Ὀλυμπιάδα δὲ ἔστασεν Ἡρακλέης· ὅτι τὰς . . . μέμνηται ὡς ἥρωος· Θήρωνος δὲ ὡς ἀνθρώπου. τυποῖ δὲ ὁ Πίνδαρος ὅτι δεῖ καθ᾿ ἕκαστον ἐπίνικον τοὺς τρεῖς ὑμνεῖν, θεὸν, ἥρωα, ἄνθρωπον.

[*]()b. ἤτοι Πίσα μὲν Διός: ἡ μὲν Πίσα τοῦ Διός ἐστιν ἱερά· δι᾿ ἣν ὑμνεῖν τὸν θεὸν δεῖ· τὸν δὲ Ὀλυμπιακὸν ἀγῶνα ἔστησεν Ἡρακλῆς· ἦν γὰρ κατά τινας παραμεληθείς.

1.60

[*]()a. ἀκρόθινα πολέμου: Ζηνόδοτος μετὰ τοῦ ι γράφει ἀκροθίνια, ἅπερ κυρίως λέγεται παρὰ τὰς τῶν καρπῶν θῖνας, τουτέστι σωροὺς, [ἢ] οἷον τὰ τῆς θινὸς ἀπάργματα καὶ ἄκρα· λέγεται δὲ ἡ λέξις μεταφορικῶς ἐπὶ παντὸς ἀπάργματος . . . κορυφαῖον καὶ κάλλιστον.

[*]()b. ἀκρόθινα πολέμου: τὰς ἀπαρχὰς τῶν λαφύρων.

[*]()c. πρὸς Αὐγέαν πολεμήσας τὸν Ἤλιδος τύραννον καὶ νικήσας ἐκ τῆς λαφυραγωγίας [τὰς ἀπαρχὰς τῶν λαφύρων [*]() προσαγαγὼν ἔκτισε] τὸν ἀγῶνα διέθηκεν.[*]()

d. ἀκροθίνια δὲ καὶ τὰ ἀπάργματα.

[*]()a. Θήρωνα: Θήρων υἱὸς ἦν Αἰνησιδάμου· εἶχε δὲ συγγενεῖς Κάπυν καὶ Ἱπποκράτην, οἵτινες ἦσαν ἀδελφοί· περὶ ὧν Καλλιστράτης (FHG IV, 433) ἐν τῷ ζ΄ φησίν.

b. τετραορίας: τοῦ ἅρματος. ἡ λέξις παρὰ τὸ ἀρηρέναι καὶ ἡρμόσθαι τοὺς ἵππους ἑαυτοῖς.

[*]()c. τὸν δὲ Θήρωνα νικήσαντα τεθρίππῳ ὑμνήσωμεν.[*]()[*]()

d. ὁ δὲ νοῦς αὐτῷ· σεμνύνεται μὲν ὁ Ὀλυμπιακὸς ἀγὼν τῷ Διὶ καὶ τῷ καταβεβληκότι τὴν ἀρχὴν

1.61
Ἡρακλεῖ, οὐδὲν δὲ ἧττον καὶ τρίτον σεμνύνεται Θήρωνι νενικηκότι.[*]()

e. (τεραορίας:) τεθρίππου ἅρματος. [*]()

a. δίκαιον ξένον: τὸν μετὰ δικαιοσύνης τοὺς ξένους [*]()ὑποδεχόμενον. 1 d ἄνθρωπον — ἄνδρα, dein inscr. E

b. (δίκαιον ξένον:) ξενοδοχικόν. ἀντὶ τοῦ δίκαιον [*]() καὶ εἰς τοὺς ξένους· οὐ γὰρ αὐτὸς ἦν ξένος.

a. ἔρεισμ᾿ Ἀκράγαντος: ἕδρασμα ὄντα καὶ τείχισμα [*]() τῆς Ἀκράγαντος. καὶ Ὅμηρος (Γ 229 etc.)· ἕρκος Ἀχαιῶν. Ἀκράγας δὲ καὶ ποταμὸς καὶ πόλις ἐν Σικελίᾳ.[*]()

b. ἔρεισμα δὲ τὸν ὄντα ἕδρασμα καὶ τείχισμα. [*]()

a. εὐωνύμων τε πατέρων: τῶν καλῶς ὀνομαζομένων [*]() πατέρων ἀπάνθισμα.

b. εὐωνύμων τε πατέρων: προγόνων. πάνυ δὲ [*]() ὑπερβαλλόντως ἐπαίρει τὸ ἐγκώμιον, καὶ ἐνδόξων προγόνων ἔτι κατ᾿ ἐπίτασιν αὐτὸν ἄνθος λέγων.[*]()

c. εὐωνύμων: ἐνδόξων· ἐπεὶ ὁ Θήρων ἀπὸ Κάδμου [*]() εἶχε τὸ γένος.[*]()