Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ἐπήκοοι: γίνεσθε δηλονότι· τοῦτο γὰρ λείπει. [*]()[*]()

b. Θάλεια δὲ ἡ Χάρις παρὰ τὸ τεθηλέναι τὴν μνήμην τῶν εὖ πεπονθότων.

c. τὸ δὲ ἰδοῖσα ἔνιοί [*]() φασι πρὸς τὴν τρίτην Θαλίαν λέγεσθαι.

d. τὸ ἰδοῖσα [*]() κοινὸν ἐπὶ ὅλων· ἰδοῖσα ὦ Εὐφροσύνη, ἰδοῖσα ὦ Θάλεια, ἰδοῖσα ὦ Ἀγλαΐα. θεασάμεναι τοῦτον τὸν χορὸν σὺν εὐμενεῖ τύχῃ εὐκόλως χορεύοντα, ἀπὸ κοινοῦ, ἐπήκοοι γίνεσθε.

e. ἔνιοι δέ φασι πρὸς τὴν τρίτην Θάλειαν τοῦτο λέγεσθαι. [*]()[*]()

f. ὅτι δὲ τρεῖς εἰσι, καὶ Ἡσίοδος ἐν Θεογονίᾳ [*]() (l. l.) λέγει.[*]()

a.ἐπ᾿ εὐμενεῖ τύχᾳ: ἐπ᾿ εὐδαιμονίᾳ καὶ εὐμοιρίᾳ. [*]()[*]()

b. τὸ κοῦφα βιβῶντα ἀντὶ τοῦ εὐκόλως προβαίνοντα. [*]()

c. ἐν Λυδῷ τρόπῳ καὶ ῥυθμῷ καὶ μουσικῇ.[*]()

a. ἐν μελέταις τε ἀείδων: ἐπιμελείαις· ἔνθεν καὶ [*]() ἡ μέλισσα τὸ ζῷον, ὂν ἐπιμελέστατον.

b. ἦλθον οὖν, φησιν, [*]() ὑμνήσων τὸν Ἀσώπιχον ἐμμελῶς καὶ ἡδέως.[*]()

a. (ἔμολον:) ὅρα τὸ μέτρον. [*]()

b. Ὀλυμπιόνικος ἁ Μινυεία: Ὀρχομενὸς γὰρ Μινύειος [*]()πόλις.

c. ὁ δὲ Ἀρίσταρχος· ἰδίως, φησὶ, προτάξας [*]() τὰ ὀνόματα τῶν Χαρίτων ἑνικῶς ἐφώνησε· σεῦ ἕκατι, ὦ Χάρι. προσφωνοῦσί τε οἱ ποιηταὶ τοὺς χοροὺς τοὺς ἐκ πλήθους συνεστῶτας ἑνικῶς. βεβιασμένον οὖν νυνὶ προτάξαντα τὰ ὀνόματα λέγειν ἕκατί σου ἑνικῶς.

d. ἢ ὅτι πρὸς αὐτὸν [*]()λέγει τὸν νικηφόρον.

e. ὁ δὲ νοῦς· διότι τούτου δραμόντος ἔδοξεν Ὀλυμπιόνικος ἀναγορεύεσθαι ἡ τῶν Μινυῶν πόλις σοῦ ἕνεκεν. τὸ δὲ σοῦ ὡς πρὸς ἑκάστην ἰδίᾳ. καὶ [*]() τοῦτο οὖν κοινὸν ὅλων.[*]()

f. σοῦ ἕκατι, ὦ νικηφόρε.

g. ἢ πρὸς μίαν τῶν Χαρίτων ἀπὸ τοῦ πλήθους μετέβη. [*]()[*]()

h. οἱ δὲ τὸ ἕκατι σοῦ ὡς πρὸς μίαν ἑκάστην ἰδίᾳ. ἢ πρὸς αὐτὸν τὸν νικηφόρον· ὅτι σοῦ ἕνεκεν, Ἀσώπιχε, ἔνδοξός ἐστιν ἡ Μινυείη ἥ τε Ὀρχομενὸς ὡς νικήσαντος.

[*]()a. μελαντειχέα νῦν δόμον Φερσεφόνας ἐλθὲ Ἀχοῖ: παραγενοῦ πρὸς τὸν σκοτεινὸν οἶκον, ὦ Φήμη καὶ Ἠχὼ, διηγησομένη καὶ ἀγγελοῦσα τὴν καλλίστην ἀγγελίαν [*]() τῷ πατρὶ Ἀσωπίχου Κλεοδάμῳ.

b. οἰκείως τὸν δόμον τῆς Περσεφόνης μελαντειχέα εἶπεν.[*]()

[*]()c. μελαντειχέα δόμον ἐλθὲ Ἀχοῖ: ἐλθὲ νῦν, Ἠχὼ, εἰς τὸν τῆς Περσεφόνης δόμον, ἵνα τὸν Κλεόδαμον [*]() ἰδοῦσα | περὶ τοῦ υἱοῦ αὐτοῦ εἴπῃς ὅτι ὁ υἱὸς αὐτοῦ ἐστεφάνωσε τὴν χαίτην, τουτέστιν, ἵν᾿ εἴπῃς αὐτῷ τὸν υἱὸν αὐτοῦ νενικηκέναι καὶ νεώτερον ἐόντα.

d. ἐν τῇ ἐνδοξοτάτῃ Ὀλυμπίᾳ ἐστέφθαι τοῖς τῆς ἀθλήσεως στέμμασι τὰς κόμας τὰς νεωτέρας αὐτοῦ. ἀπὸ μέρους δὲ τὸ τῆς ἡλικίας νέον λέγει.[*]()

[*]()κόλποις παρ᾿ εὐδόξοιο Πίσας: ἐν Ὀλυμπίᾳ.

a. πτεροῖσι: τοὺς στεφάνους λέγει· ἐπειδὴ ἐπαίρει [*]() τοὺς νικῶντας ὁ στέφανος.

b. ἢ παρόσον ὁ στεφανούμενος [*]() γάνυται καὶ οἷον ὑπόπτερος καὶ μετάρσιος γίνεται.

Πινδάρου τέλος Ὀλυμπιονίκων. [*]()

Πινδάρου ἐπινίκιοι Ὀλυμπιονικῶν. [*]()