Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]() Ἀσωπίχῳ Ὀρχομενίῳ σταδιεῖ παιδὶ Κλεοδάμου νικήσαντι τὴν ος΄ Ὀλυμπιάδα.[*]()
[*]() Τὸ τεσσαρεσκαιδέκατον εἶδος μονοστροφικόν ἐστιν ἐκ ιη΄ κώλων καὶ ιζ΄. τὸ α΄ Σαπφικὸν ἐννεασύλλαβον. τὸ β΄ Φαλαίκιον. τὸ γ΄ ἐκ χοριάμβου καὶ διιάμβου καὶ ἰωνικοῦ ἀπ᾿ ἐλάσσονος τρίμετρον ἀκατάληκτον. τὸ δ΄ Φερεκράτειον ἀτελές. τὸ ε΄ ἐπιωνικὸν ἀπ᾿ ἐλάσσονος τρίμετρον καταληκτικόν. τὸ ς΄ δακτυλικὴ διποδία ἑξασύλλαβος. τὸ ζ΄ ἐκ παιώνων δύο καὶ ἀντισπαστικοῦ πενθημιμεροῦς.
τὸ η΄ τροχαϊκὸν ἑφθημιμερές. τὸ θ΄ ἐκ δακτυλικῆς διποδίας καὶ τροχαϊκοῦ [καὶ ἰαμβικῆς βάσεως] πενθημιμεροῦς. τὸ ι΄ ἐξ ἀντισπάστου πεντασήμου καὶ τροχαϊκῆς κατακλεῖδος.
τὸ ια΄ ἰωνικὸν ἀπὸ μείζονος ἑφθημιμερές. τὸ ιβ΄ δακτυλικὸν πενθημιμερές. τὸ ιγ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὰ ιδ΄ ἐξ ἰωνικῆς βάσεως ἀπ᾿ ἐλάττονος καὶ τροχαϊκοῦ πενθημιμεροῦς. τὸ ιε΄ ἰωνικὸν ἀπ᾿ ἐλάττονος ἑφθημιμερές. τὸ ις΄ ἐξ ἰωνικῆς βάσεως ἀπ᾿ ἐλάσσονος καὶ ἰαμβικοῦ ἡμιολίου ἀτάκτου. τὸ ιζ΄ ἐκ χοριάμβου καὶ ἰαμβικοῦ πενθημιμεροῦς. τὸ ιη΄ ἰαμβικὸν ἑφθημιμερές.
τὰ λοιπὰ ἑπτακαίδεκα οὕτως· τὸ α΄ Φαλαίκιον. τὸ β΄ ἐκ χοριάμβου καὶ ἰαμβικοῦ ἑφθημιμεροῦς. τὸ γ΄ Ἀλκμαιώνειον δεκασύλλαβον. τὸ δ΄ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον. τὸ ε΄ ἐκ χοριάμβου καὶ ἰαμβικῆς βάσεως. τὸ ς΄ χοριαμβικὸν ἑφθημιμερές. τὸ ζ΄ ἐξ ἀντισπάστου καὶ τροχαϊκῆς κατακλεῖδος. τὸ η΄ ἐκ χοριαμβικοῦ εἰς ἀντισπαστικόν. τὸ θ΄ ἐξ ἰωνικῆς βάσεως καὶ τοῦ πεντασήμου καὶ χοριαμβικοῦ καὶ ἰωνικοῦ ἀπὸ μείζονος. τὸ ι΄ Ἀσκληπιάδειον. τὸ ια΄ δακτυλικὴ τριποδία. τὸ ιβ΄ ἰαμβικὸν ἑφθημιμερές. τὸ ιγ΄ ἐξ ἀντισπάστου καὶ ἰαμβικοῦ ἑφθημιμεροῦς. τὸ ιδ΄ Γλυκώνειον. τὸ ιε΄ ἰαμβικὸν δίμετρον ἀκατάληκτον. τὸ ις΄ ἐκ χοριάμβου καὶ ἰαμβικοῦ ἑφθημιμεροῦς. τὸ ιζ΄ ἰαμβικὸν πενθημιμερές.[*]()
Inscr.a. Ἀσωπίχῳ Ὀρχομενίῳ σταδιεῖ παιδὶ Κλεοδάμου [*]() νικῶντι τὴν ος΄ Ὀλυμπιάδα στάδιον. Κηφισὸς δὲ ποταμὸς ἐν Ὀρχομενῷ, ἔνθα καὶ αἱ Χάριτες τιμῶνται.
Inscr.b. γέγραπται [*]() ὁ ὕμνος Ἀσωπίχῳ τῷ ἀπὸ τῆς Ὀρχομενοῦ, ὃς ἐνίκησεν ος΄ Ὀλυμπιάδα στάδιον. ταῖς Χάρισι δὲ προσφωνεῖ ὁ ποιητὴς ταῖς τιμωμέναις κατὰ τὴν Ὀρχομενόν. ὁ δὲ Κηφισσὸς τῆς Ὀρχομενοῦ ἐστι ποταμὸς, ἔνθα καὶ αἱ Χάριτες τιμῶνται. [*]()
Inscr.c. ταύταις δὲ Ἐτέοκλος ὁ Κηφισοῦ τοῦ ποταμοῦ πρῶτος ἔθυσεν, ὥς φησιν Ἡσίοδος (fr. 66). διὰ δὲ τοῦ Ὀρχομενοῦ ὁ Κηφισὸς ῥεῖ. δύο δὲ Ὀρχομενοὶ, ὁ μὲν Μινύειος ὁ ἐν Βοιωτίᾳ, ὁ δὲ πολύμηλος ὁ ἐν Ἀρκαδίᾳ. τοῦ δὲ Μινυείου νῦν μέμνηται. metr. B. 2Q