Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. τοὶ μὲν γένει Ἀτρέος: οἱ μὲν γὰρ περὶ τὸν [*]() Εὐχήνορα | (Κορίνθιος δὲ ὁ ἀνήρ) ἅμα τοῖς Ἀτρείδαις ἐβούλοντο τὴν Ἑλένην ἀνακομίσασθαι ἁρπασθεῖσαν ὑπὸ Ἀλεξάνδρου [*]() τοῦ Ἰλιώτου. | ὅτι δὲ Εὐχήνωρ Κορίνθιος ἦν, καὶ Ὅμηρός φησιν (Ν 663)·
ἦν δέ τις Εὐχήνωρ Πολυΐδου μάντιος υἱὸς, ἀφνειός τ᾿ ἀγαθός τε, Κορινθόθι οἰκία ναίων.[*]()
b. οἱ δ᾿ ἀπὸ πάμπαν εἴργοντες: οἱ δὲ ἀπεκώλυον [*]() καὶ ἀνθίσταντο παντελῶς, οἱ περὶ τὸν Γλαῦκον. λέγεται δὲ καὶ οὗτος Κορίνθιος. πῶς δὲ Κορίνθιος;
c. οὐ μόνον ἡ τοῦ Εὐχήνορος ἀνδρεία τοῦ συστρατεύσαντος [*]() τοῖς Ἀτρείδαις διὰ τὴν Ἑλένην, ἀλλὰ καὶ ἡ τοῦ Γλαύκου, ὃς ἀντεστράτευσε καὶ ἀνθίστατο αὐτοῖς.
d. ὅτι τὸ γένος [*]() ἐξ ἀρχῆς Ἑλληνικὸν ἔσχε καὶ ἐκ τῆς Κορίνθου ὁ Γλαῦκος. πῶς δέ; Γλαῦκος γὰρ γίνεται τοῦ Ἱππολόχου τοῦ Βελλεροφόντου τοῦ Γλαύκου τοῦ Σισύφου τοῦ Αἰόλου τοῦ Ἕλληνος τοῦ Διός. | βούλεται οὖν δεῖξαι ὅτι οἱ παρ᾿ Ἕλλησιν [*]() ἄριστοι καὶ οἱ παρὰ Τρωσὶν ἔξοχοι κατὰ τὸ ἀληθὲς Κορίνθιοι ἐτύγχανον.[*]()
e. πῶς δὲ ὁ Γλαῦκος γέγονε Λύκιος; ὅτι ὁ Βελλεροφόντης πεμφθεὶς εἰς Λυκίαν Κορίνθιος ὢν ἀπὸ τοῦ Προίτου ὡς ὀφείλων ἐπιβουλευθῆναι διὰ τὴν ἐπιψευσαμένην μοιχείαν παρὰ τῆς γυναικὸς, ἠρίστευσέ τε τὰ μέγιστα, καὶ προσδοκώμενον αὐτοῦ ἔσεσθαι φονέα τὸν βασιλέα τῶν Λυκίων τὸν πενθερὸν Προίτου, καὶ αὐτὸς πενθερὸν ἔσχε γαμήσας αὐτοῦ θυγατέρα Ἀντίκλειαν· ἐξ οὗ Λυκίαν οἰκοῦντος ὡς βασιλέως υἱὸς γέγονεν Ἱππόλοχος· οὗ Γλαῦκος. | οὕτως ἄρα Κορίνθιος Γλαῦκος τῷ γένει. ὄνομα [*]()
ἀλλ᾿ ὅτε δὴ γίνωσκε θεοῦ γόνον ἠὺν ἐόντα.[*]()