Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ἐν δ᾿ Ἄρης ἀνθεῖ νέων: ποῦ δέ, φησι, καὶ τὰ τοῦ πολέμου ἐμπείρως οὕτω γίνεται; τοῦτο δὲ διὰ τὰ Μηδικά φησιν, ὅτε ἠνδραγάθησαν· ἐπεὶ Ξέρξου ἡττηθέντος καὶ φυγόντος ὑπὸ Ἀθηναίων, [ὅτε καὶ] πεντήκοντα ναῦς τοῦ [*]() Πέρσου κατέδυσαν.

b. ἄλλως· τὸν Ἄρην φησὶν ἐν Κορίνθῳ λάμπειν τείνων εἰς τὰ περὶ Περσίδα, ἐν οἷς ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας ἠνδραγάθησαν οἱ Κορίνθιοι. Θεόπομπος δέ φησι καὶ τὰς γυναῖκας αὐτῶν εὔξασθαι τῇ Ἀφροδίτῃ ἔρωτα ἐμπεσεῖν τοῖς ἀνδράσιν αὐτῶν μάχεσθαι ὑπὲρ τῆς Ἑλλάδος τοῖς Μήδοις, εἰσελθούσας εἰς τὸ ἱερὸν τῆς Ἀφροδίτης, ὅπερ ἱδρύσασθαι τὴν Μήδειαν λέγουσιν

1.365
Ἥρας προσταξάσης. εἶναι δὲ καὶ νῦν ἀναγεγραμμένον ἐλεγεῖον εἰσιόντι εἰς τὸν ναὸν ἀριστερᾶς χειρός (Simon. 137)·
Αἵδ᾿ ὑπὲρ Ἑλλάνων τε καὶ ἀγχεμάχων πολιητᾶν ἕστασαν εὐχόμεναι Κύπριδι δαιμονίᾳ. Οὐ γὰρ τοξοφόροισιν ἐβούλετο δῖ᾿ Ἀφροδίτα Μήδοις Ἑλλάνων ἀκρόπολιν δόμεναι.