Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. πολλὰ δ᾿ ἐν καρδίαις· ἐπεὶ πολλὰ οἱ Κορίνθιοι ἐτεχνήσαντο καὶ εὗρον· διὸ καὶ ἐπιφέρει· πᾶν δ᾿ εὑρόντος[*]() ἔργον.
b. πολλὰ οὖν εὗρον οἱ Κορίνθιοι, ὥστε καὶ τὰ [*]() ὕστερον εὑρεθέντα ἴδια αὐτῶν νομισθῆναι.
c. ἄλλως· καὶ οὐ μόνον νίκην παρέσχον ὑμῖν αἱ Ὧραι, ἀλλὰ καὶ πλεῖστα σοφὰ διανοήματα ὁ χρόνος ἐν ταῖς καρδίαις τῶν παρ᾿ ὑμῖν
1.361
ἀνδρῶν ἐνέβαλεν· ἀντὶ τοῦ καὶ ἀνδρείους ὑμᾶς ἤνεγκεν ὁ χρόνος καὶ συνετοὺς καὶ σοφούς.d. ταῦτα δέ φησιν ἐπειδὴ Φείδων τις ἀνὴρ Κορίνθιος εὗρε μέτρα καὶ σταθμούς. καὶ ἄλλα πολλὰ λέγονται εὑρηκέναι οἱ Κορίνθιοι.[*]()