Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. εἰ δὲ δαίμων ὁ γενέθλιος ἕρποι: εἰ δὲ τὸ [*]() συγκληρωθὲν δαιμόνιον καὶ ἡ τύχη ἐπὶ τὸ πλεῖστον προΐοι νικητὰς αὐτοὺς μηνύον, ἀναθήσομεν τὸ τοιοῦτον εὐεργέτημα τῷ Διὶ καὶ Ἄρει.
b. διατί δέ φησι τῷ Διὶ καὶ τῷ Ἐνυαλίῳ ἐπιτρέψειν; ὅτι ὁ μὲν Ζεὺς πατὴρ ἀνδρῶν τε θεῶν τε, καὶ Ὀλυμπία τοῦ Διὸς ἱερά· τὸν δὲ Ξενοφῶντα οὐ μόνον ἀθλητὴν γεγενῆσθαί φασιν, ἀλλὰ καὶ τὰ πολεμικὰ ἀγαθόν.
c. ἢ ὅτι τοῦ Οἰνομάου πατήρ ἐστιν ὁ Ἄρης καὶ μετέχει [*]() τῆς Ὀλυμπίας.
d. ἄλλως· Διί τ᾿ Ἐνυαλίῳ τε: τῷ μὲν Διὶ ὅτι ὁ ἀγὼν αὐτῷ ἀνάκειται καὶ τελεῖται, | τῷ δὲ Ἄρει [*]() ἐπειδὴ ἐπιχώριος καὶ πατρῷος τῶν Ἠλείων ὁ Ἄρης. μιχθεὶς γὰρ Ἁρπίνῃ θυγατρὶ Ἀσωποῦ τοῦ Θηβαίου ποταμοῦ ἐτέκνωσε τὸν Οἰνόμαον ὁ Ἄρης, ὃς ἦν βασιλεὺς τῶν τόπων. | εἰς χάριν οὖν τοῦ παιδὸς προΐστατο τῆς χώρας τῶν [*]() Ἠλείων.