Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. ἐθέλοντι δ᾿ ἀλεξεῖν ὕβριν: ἤτοι εὐκτικῶς εἶπε, τὴν τῶν θεῶν· βούλοιντο δ᾿ ἂν ἀπαμύνειν τὴν ὕβριν καὶ ἀποκωλύειν· ἢ περὶ τῶν Κορινθίων, ὅτι βούλημα δέ ἐστιν αὐτῶν καὶ σκοπὸς ἐκκλίνειν τὴν ὕβριν, ἀντὶ τοῦ καθεστῶτές [*]() εἰσι καὶ οὐχ ὑβρισταί.
b. ἔνιοι δὲ οὕτως· βούλημα δὲ καὶ σκοπὸν ἔχουσιν αἱ τῆς Θέμιδος θυγατέρες ἀπαλεξεῖν τὴν ὕβριν τὴν τοῦ κόρου μητέρα τὴν θρασεῖαν.[*]()
1.359
c. ἄλλως· ἔθελοντι δ᾿ ἀλεξεῖν· αἱ προειρημέναι θεαὶ [*]() ἀπαλεξήσουσι τὴν ὕβριν τῶν πόλεων.
d. οὐκ ὀρθῶς δὲ [*]() τὴν ὕβριν τοῦ κόρου μητέρα λέγει, ἀλλὰ τὸ ἀνάπαλιν εἰπεῖν ἔδει.
e. Ὅμηρος(? Theogn. v. 153)·
τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ὄλβος ἕπηται.