Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]() Ξενοφῶντι Κορινθίῳ σταδιοδρόμῳ καὶ πεντάθλῳ νικήσαντι τὴν οθ΄ Ὀλυμπιάδα. 1B

[*]() Ξενοφῶντι Κορινθίῳ πεντάθλῳ.

[*]() Τοῦ ιγ΄ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων ια΄. τὸ α΄ ἀντισπαστικὸν τρίμετρον καταληκτικὸν ἀπὸ πρώτου ποδὸς ἀδιαφόρου καὶ τροχαίου. ὁ τρίτος ποῦς παρηνομήθη· ὁ γὰρ ἀντίσπαστος ἀπὸ β΄ τροχαίων, ὅπερ πάσχει κατὰ μέσον. τὸ β΄ Φερεκράτειον. τὸ γ΄ ἴαμβος τρίμετρος βραχυκατάληκτος. ὁ β΄ ποῦς ἁπανταχοῦ τρίβραχυς. ὁ δ΄ ἄτακτος· σπονδεῖος γὰρ εὑρίσκεται παρὰ τοῖς μελοποιοῖς. τὸ δ΄ ἴαμβος τρίμετρος βραχυκατάληκτος. τὸ ε΄ διπλῆ περίοδος, καὶ διπλοῦς ἴαμβος ἀρχόμενος. τὸ ς΄ ἐπιωνικὸν τρίμετρον ἀκατάληκτον ἀπὸ ἰαμβικῆς καὶ ἰωνικοῦ ἀπ᾿ ἐλάσσονος καὶ τροχαϊκῆς τῆς οἰκείας. τὸ ζ΄ δακτυλικὸν πενθημιμερές. τὸ η΄ ἐπιχοριαμβικὸν, ἀπὸ τροχαϊκῆς διποδίας καὶ χοριάμβου, τῆς καί βραχείας οὔσης διὰ τὴν κατάληξιν. τὸ θ΄ προσοδιακὸν ἢ ἀναπαιστικόν. τὸ ι΄ Εὐριπίδειον· αἱ δὲ ἀποδόσεις ἑπτασύλλαβοί εἰσιν ἰωνικοὶ ἀπ᾿ ἐλάσσονος. τὸ ια΄ ἐπιχοριαμβικὸν, ἢ τροχαῖος ἐπίτριτος.

1.357

ἡ δὲ ἐπωδὸς καὶ αὐτὴ κώλων ια΄. τὸ α΄ προσοδιακὸν δίμετρον ἀκατάληκτον τῆς -μοι- βραχείας οὔσης. τὸ β΄ ἐγκωμιολογικόν. τὸ γ΄ τὸ αὐτό. τὸ δ΄ ὅμοιον τῷ ια΄ τῆς στροφῆς. τὸ ε΄ ἰωνικὸν δίμετρον ἀκατάληκτον. τὸ ς΄ Εὐριπίδειον. τὸ ζ΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. τὸ η΄ δακτυλικὸν πενθημιμερές. τὸ θ΄ ἐπιωνικὸν ἄτακτον· ὁ γὰρ β΄ σπονδεῖός ἐστιν· εἶτα ἥμισυ συζυγίας. γίνεται δὲ ἐν τοῖς ἐπιωνικοῖς ἡ ἀταξία, ὡς ἐν τῷ Ὦ καλλίστη πόλι πασῶν, ὅσας Κλέων ἐφορᾷ (Eupol. fr. 290 K.). τὸ ι΄ Εὐριπίδειον. τὸ ια΄ τροχαϊκὸν δίμετρον ἀκατάληκτον. [*]()