Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()e. οὔπω τις ἐπιχθονίων: οὐδεὶς ἀνθρώπων περὶ πράξεως μελλούσης ἔσεσθαι πιστὸν εὗρε παρὰ θεοῦ σημεῖον ἢ τεκμήριον ὅτι πάντως ἐκβήσεται κατὰ πάντα τρόπον ὡρισμένως εἰπεῖν.
[*]()τετύφλωνται φραδαί: ἀπροόρατοί εἰσιν αἱ γνώσεις καὶ ἀφανεῖς αἱ ἀποβάσεις.
b. καὶ γὰρ τοῖς ἕτερα τῆς γνώμης προσδοκῶσι τὰ ἐναντία συνέβη. τὸ δὲ ἔπεσεν ἀπὸ μεταφορᾶς τῶν κύβων.
c. οἱ μὲν γὰρ τὰ ἐναντία ἢ ὡς προσεδόκησαν καὶ μετεῖχον τέρψεως εὕραντο· οἱ δὲ χαλεπαῖς καὶ δειναῖς πραγμάτων ζάλαις περιτυχόντες μέγιστον ἀγαθὸν αἰφνιδίως μετηλλάξαντο τοῦ προσδοκωμένου κακοῦ. πάντων δὲ τῶν προειρημένων ὁ σκοπὸς τὴν ἀναφορὰν εἰς
1.353
τὸν Ἐργοτέλη ἔχει, ἐπειδὴ προσδοκήσας ἐκ τοῦ κατὰ Κρήτην πολέμου καὶ τῆς φυγῆς ἀδέξια τὰ μέλλοντα δι᾿ εὐτυχίαν πολλὴν ὕστερον δόξαν ἐκτήσατο.[*]()