Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. Οἰωνός: τὸν Οἰωνὸν ὁ Πίνδαρος ἤδη ἠνδρωμένον [*]() νικῆσαι στάδιον περὶ τὴν πρώτην θέσιν τῶν Ὀλυμπίων,

1.330
ἔνιοι δέ φασιν αὐτὸν διεσπαράχθαι ὑπὸ τῶν Ἱπποκόωντος κυνῶν. ἐκλήθη δὲ οὕτως ὑφ᾿ Ἡρακλέους διὰ τὸ ὀξέως αὐτὸν τρέχειν ὡς πτηνὸν καὶ μὴ καταλαμβάνεσθαι.

[*]()b. τὸν δὲ Οἰωνὸν Πίνδαρος ὡς ἤδη ἠνδρωμένον νικῆσαί φησι στάδιον περὶ τὴν πρώτην θέσιν τῶν Ὀλυμπίων· ἔνιοι δὲ παῖδα ὄντα αὐτὸν ὑπὸ τῶν Ἱπποκοωντιδῶν διειργάσθαι.

c. παῖς ὁ Λικυμνίου Οἰωνός: ὁ νοῦς· ὁ μὲν τοῦ Λικυμνίου παῖς Οἰωνὸς τὸ εὐθύτονον καὶ ἀκαμπὲς στάδιον δραμών· οὗτος δὲ ὁ Οἰωνὸς ἦλθεν ἀπὸ πόλεως Μιδέας καλουμένης τοῦ Ἄργους, βασιλεύων καὶ ἡγεμὼν λαοῦ ὤν. ἡ δὲ μεταφορὰ τοῦ ἐλαύνων ἀπὸ τῶν ποιμνίων.

[*]()d. ἄλλως· εὐθύτονον στάδιον εἶπε· τοιοῦτον γὰρ λέγεται [*]()εἶναι τὸ στάδιον.

e. ἄλλως· παῖς ὁ Λικυμνίου, ὃς ἤδη ἀνδρωθεὶς τὴν πρώτην τῶν Ὀλυμπίων θέσιν καὶ δίαυλον ἐνίκησεν.

f. τὸ χ΄ ὅτι Οἰωνὸς προηγούμενος ἦλθεν. ἔστι δὲ ὄνομα κύριον ὁ Οἰωνός.

g. ἀπὸ Μιδέας κώμης Ἀργολικῆς. ἔνιοι δὲ πόλεως.

[*]()h. Μιδέαθεν: ἀπὸ Μιδέας.