Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. Χρόνος: διότι καὶ οὗτος ὁ χρόνος ἀποδέδωκε [*]() τὸν ὕμνον ὃν εἶπεν.
b. ἄλλως· τὸ δὲ πρότερον ἀσαφὲς σαφὲς καὶ κατάδηλον ἐποίησεν, ὅτι Ἡρακλῆς διελὼν ἔθυσε τὰς ἀπαρχὰς τῶν σκύλων.
c. κατέφρασε: ὁ χρόνος, φησὶ, προιὼν τὸν τόπον ἐδήλωσε.
68. τὴν λείαν.
69. ἔθηκε τὴν πρώτην Ὀλυμπιάδα.
d. τὸ δ᾿ ἐς ἀφανὲς ἰὼν πρόσω κατέφρασε: τὸ [*]() δὲ πρότερον ἀφανὲς ὂν προιὼν ὁ χρόνος ἐνεφάνισε καὶ φανερὸν ἐποίησε, ποῦ τὰ λάφυρα τοῦ πολέμου καὶ τὰ ἀπάργματα ἔθυσεν ὁ Ἡρακλῆς.
e. ἢ οὕτω· προιὼν δὲ [*]() ὁ χρόνος τὸ σαφανὲς ἡμῖν κατέδειξεν, ὅπως τὴν τοῦ πολέμου δόσιν, τουτέστι τὰ ἀκροθίνια διαμερίσας τοῖς θεοῖς ἔθυσε. 68 b EQ
f. ἄλλως· τὸ ἀφανὲς ἰὼν εἰς τὸ πρόσω ὁ [*]() χρόνος ἔκδηλον ἐποίησεν. | ἀφανὲς γὰρ ὂν πρότερον τοῦτο [*]()
g. ἕτεροι δὲ οὕτω, σαφανές, ἵν᾿ ᾖ τὸ σαφὲς, ὑφὲν ἀναγινώσκουσιν, ὡς πρὸς [*]() τὴν ἄνω διάνοιαν· | τὸ δὲ ἀληθὲς ὂν καὶ σαφὲς ἀεὶ ὁ χρόνος φανεροῖ.
[*]()a. ὅπα τὰν πολέμοιο δόσιν: ὅπου καὶ ἐν ᾧ τόπῳ διανείμας τὰ λάφυρα λαβών τε τὰς ἀπαρχὰς ἔθυσε, καὶ ὅπως (θαυμασίως) τὴν τοῦ ἀγῶνος ἑορτὴν κατέστησεν ἐν τῇ πρώτῃ Ὀλυμπιάδι καὶ τοῖς ἀγωνίσμασιν.[*]()
b. πολέμου [*]() δόσιν τὰ λάφυρά φησιν.
c. ὅπου τὴν λῆψιν τὴν ἐκ τοῦ πολέμου γενομένην διελὼν τὰ ἀκροθίνια τοῖς θεοῖς ἔθυσεν.[*]()
[*]()a. ἀκρόθινα: ἀντὶ τοῦ ἀκροθίνια.
b. ὅπως ἄρα τὸν πρῶτον ἐνιαυτὸν καθαριθμῶν ἀνέθηκε τὴν πρώτην Ὀλυμπιάδα.
[*]()a. τίς δὴ ποταίνιον ἔλαβε στέφανον: πρὸς τὴν Μοῦσαν.
b. ποταίνιον: πρόσφατον· ἐκ δὲ τοῦ παρακολουθοῦντος σημαίνει τὸ πρῶτον, ἐπεὶ ὁ πρῶτος πρόσφατός ἐστι.
c. τίς οὖν, φησι, πρῶτος ἔλαχε τὸν στέφανον ὅτε ἔθηκεν ὁ Ἡρακλῆς τὸν ἀγῶνα;
d. τίς δὴ ποταίνιον: Δωρικῶς τὸν πρόσφατον. [*]()
e. τίς δὴ οὖν προσφάτως καὶ ἐν ἀρχῇ νικῆσαι δεδύνηται, [*]() ἤτοι διὰ χειρῶν ἢ δρόμῳ ἢ ἅρματι, | ἐνδόξως μὲν αὐτὸς [*]() ἀγωνισάμενος, τὸ δὲ τοῦ ἀνταγωνιστοῦ κλέος καθελών;
f. ἄλλως· ποταίνιον ἀντὶ τοῦ πρόσφατον, νεαρόν. ἐκ [*]() δὲ τοῦ παρακολουθοῦντος νῦν σημαίνειν βούλεται.
g. τίς πρῶτον ἔλαχε στέφανον, ὅτε ἔθηκε τὸν ἀγῶνα Ἡρακλῆς;
a. ἐν δόξᾳ θέμενος: ἀντὶ τοῦ ἔνδοξον νομίσας τὸ [*]()νικῆσαι.
b. τουτέστι συλλαβὼν τὴν εὐχὴν ἢ καύχημα τοῦ ἀνταγωνιστοῦ καθελὼν διὰ τοῦ ἔργου.
c. ἢ οὕτως· τὸ ἀγώνιον εὖχος δόξαν θέμενος καὶ ἔργῳ καθελὼν αὐτό.
d. ἀγώνιον εὖχος ἔργῳ καθελών: τὸ ὑπερβατόν· [*]() ἀγώνιον εὖχος καθελὼν, τὸ τοῦ ἀνταγωνιστοῦ, καὶ τὴν νίκην, τὴν αὐτοῦ εὐχὴν, ἔργῳ ἀποβαλών.
a. (ἐν δόξᾳ θέμενος:) ἔνδοξον νομίσας τὸ νικῆσαι. [*]()
b. ἢ θέμενος τὸ ἀποτελέσας λέγει.
c. ἢ θέμενος καὶ ποιήσας ἑαυτὸν ἐν δόξῃ.
a. τὸ εὐθὺ, τὸ μὴ ἔχον καμπὴν καθάπερ ὁ δίαυλος. [*]()
b. στάδιον μὲν ἀρίστευσεν εὐθύτονον: εὐθὺ, [*]() τὸ μὴ ἔχον καμπὴν, τὸν ἁπλοῦν δρόμον.
a. Οἰωνός: τὸν Οἰωνὸν ὁ Πίνδαρος ἤδη ἠνδρωμένον [*]() νικῆσαι στάδιον περὶ τὴν πρώτην θέσιν τῶν Ὀλυμπίων,
[*]()b. τὸν δὲ Οἰωνὸν Πίνδαρος ὡς ἤδη ἠνδρωμένον νικῆσαί φησι στάδιον περὶ τὴν πρώτην θέσιν τῶν Ὀλυμπίων· ἔνιοι δὲ παῖδα ὄντα αὐτὸν ὑπὸ τῶν Ἱπποκοωντιδῶν διειργάσθαι.
c. παῖς ὁ Λικυμνίου Οἰωνός: ὁ νοῦς· ὁ μὲν τοῦ Λικυμνίου παῖς Οἰωνὸς τὸ εὐθύτονον καὶ ἀκαμπὲς στάδιον δραμών· οὗτος δὲ ὁ Οἰωνὸς ἦλθεν ἀπὸ πόλεως Μιδέας καλουμένης τοῦ Ἄργους, βασιλεύων καὶ ἡγεμὼν λαοῦ ὤν. ἡ δὲ μεταφορὰ τοῦ ἐλαύνων ἀπὸ τῶν ποιμνίων.
e. ἄλλως· παῖς ὁ Λικυμνίου, ὃς ἤδη ἀνδρωθεὶς τὴν πρώτην τῶν Ὀλυμπίων θέσιν καὶ δίαυλον ἐνίκησεν.
f. τὸ χ΄ ὅτι Οἰωνὸς προηγούμενος ἦλθεν. ἔστι δὲ ὄνομα κύριον ὁ Οἰωνός.
g. ἀπὸ Μιδέας κώμης Ἀργολικῆς. ἔνιοι δὲ πόλεως.
[*]()h. Μιδέαθεν: ἀπὸ Μιδέας.
[*]()a. στρατὸν ἐλαύνων: καὶ ἡγούμενος . . . . ἣν συνεκρότησεν εἰς συμμαχίαν Ἡρακλεῖ ἀπὸ Μιδέας ὢν, ὅθεν καὶ Ἀλκὼ ἡ Λικυμνίου ἀδελφή.
[*]()b. ὁ δὲ πάλᾳ κυδαίνων Ἔχεμος Τεγέαν: ὁ δὲ Ἔχεμος ἠρίστευσε πάλῃ κυδαίνων, ὅ ἐστι δοξάζων τὴν πόλιν
Ἔχεμος: προσυπακουστέον τὸ ἠρίστευσε· τὴν δὲ [*]() πάλην ἐνίκησεν Ἔχεμος Ἀρκὰς τὸ γένος. ὑφ᾿ οὗ φασι τὸν Ὕλλον τελευτῆσαι εἰς Πελοπόννησον κατιόντα. ἐγάμησε δὲ τὴν Τιμάνδραν· Ἡσίοδος. (fr. 114) Τιμάνδρην, φησὶν, Ἔχεμος θαλερὴν ποιήσατ᾿ ἄκοιτιν.
a. ἀν᾿ ἵπποισι δὲ τέτρασιν ἕως Ἁλιρροθίου: [*]() ἐφ᾿ ἵπποις δὲ τέτρασιν, τεθρίππῳ ἀγωνισάμενος ἐνίκησεν ὁ Ἁλιρρόθιος. ὅθεν τινὲς σῆμα Ἁλιρροθίου κατὰ περίφρασιν ἤκουσαν, οἱονεὶ τὸ σημεῖον καὶ ἡ δόξα τοῦ Ἁλιρροθίου, ὡς καὶ Ὅμηρος· ἱερὴ ἲς Τηλεμάχοιο, καί· βίη Ἡρακληείη. | ὁ δὲ Δίδυμος οὕτω καθίστησι τὸν λόγον. τὴν Μαντινέαν [*]() φησὶν εἶναι ἱερὰν Ποσειδῶνος, καὶ παρατίθεται τὸν Βακχυλίδην λέγοντα οὕτω (c. 20)· Ποσειδάνιον ὡς Μαντινέες τριόδοντα χαλκοδαιδάλοισιν ἐν ἀσπίσιν φορεῦντες. ἐπίσημον γὰρ εἶναι τῶν ἀσπίδων τὸν Ποσειδῶνος τριόδοντα, ὅτι παρ᾿ αὐτοῖς μάλιστα τιμᾶται ὁ θεός. ἔσται οὖν τὸ σαφὲς οὕτω | κατ᾿ αὐτὸν, ἔξωθεν παραλαμβανομένου τοῦ ὀνόματος· ἀν᾿ [*]() ἵπποισι δὲ τέτρασιν Ἥρως ὁ ἀπὸ Μαντινέας ἐνίκα· ἥ ἐστιν ἡ Μαντινέα σημεῖον καὶ ἱερὰ τοῦ Ποσειδῶνος. Ἁλιρρόθιον γὰρ ἐπιθετικῶς τὸν Ποσειδῶνά φησι. καὶ παρατίθεται τὸ Ὁμηρικόν (Ε 292)· πάσας δ᾿ ὀρόθυνεν ἀέλλας παντοίων ἀνέμων. παρατίθεται δὲ καὶ τὸν γράφοντα τὴν Θησηίδα.
στρωφᾷς δὲ πώλους ὡς ὁ Μαντινεὺς Ἥρως.[*]()
[*]()b. ἄλλως· ἀν ἵπποις τέτρασιν: ἐὰν μὲν γράφηται σᾶμα Ἁλιρροθίου, ἔσται αὐτὸς ὁ Ἁλιρρόθιος ἥκων ὡς ἂν ἐπίσημος ἐγένετο ὁ Ἁλιρρόθιος· ἐὰν δὲ Σᾶμος Ἁλιρροθίου φανερόν· οἷον, Σᾶμος Ἁλιρροθίου ἐνίκησεν. Ἀριστόδημος δέ φησι μὴ δύνασθαι συγχρονεῖν Ἁλιρρόθιον τὸν κατὰ Κέκροπα Ἡρακλεῖ. ἀλλὰ μηδὲ Ἀρκάδα εἶναι, ἀλλ᾿ Ἀθηναῖον· Σῆμον δέ τινα νῦν νενικηκέναι ἅρματι, ὥς φησι Δίφιλος ὁ τὴν Θησηίδα ποιήσας ἔν τινι ἰάμβῳ οὕτω·
τρέψας δὲ πώλους ὡς ὁ Μαντινεῦς Σῆμος, ὃς πρῶτος ἅρματ᾿ ἤλασεν παρ᾿ Ἀλφειῷ.
[*]()c. ἀπὸ Μαντινέας: Μαντινέα πόλις Ἀρκαδίας· σῆμα [*]() δὲ Ἁλιρροθίου περιφραστικῶς ὁ Ἁλιρρόθιος.
e. σᾶμ᾿ Ἁλιρροθίου: Ἁλιρρόθιος Μαντινεὺς ὁμώνυμος τῷ Ἀθηναίῳ, ὃς ἦν Ποσειδῶνος καὶ Βαθυκλείας.
f. τινὲς γράφουσι Σῆρος Ἁλιρροθίου, οὗ μέμνηται Ἡσίοδος (fr. 106)·
ἤτοι ὁ μὲν Σῆρον καὶ Ἀλάζυγον υἱέας ἐσθλούς.
a. Ἁλιρροθίου: ὁ Ἁλιρρόθιος νικῶν ἐπίσημος ἐγένετο. [*]()
b. ὁ δὲ λόγος· ἀπὸ τῆς ἁλιρροθίου Μαντινείας ἐν ἅρματι πρῶτος ἐνίκα· ἢ ἐπίσημος ὢν Ἁλιρρόθιος· τὸ γὰρ ἐνίκα πᾶσι τούτοις ὑπακουστέον· εἶτα ἀφ᾿ ἑτέρας ἀρχῆς· ἄκοντι Φράστωρ ἔλασε σκοπόν.
c. ἢ οὕτως· ἀν᾿ ἵπποισι δὲ τέτρασιν: ἀπὸ Μαντινείας καὶ ἅρμασιν ἐνίκα Θησεύς.
d. σῆμα Ἁλιρροθίου: οἷον ὅμοιος ὢν Ἁλιρροθίῳ τῷ ἀδελφῷ. ἢ ἐπίσημος ὢν Ἁλιρρόθιος.
e.ὅτι μετὰ τὴν τῆς Ἤλιδος ἅλωσιν εἷς ἦν τῶν ἀγωνισαμένων ὁ Θησεὺς ἱστορεῖ Ἀρίστιππος (FHG IV, 327), οὐχ ἅρματι δὲ, ἀλλὰ παγκρατίῳ.
a. Φράστωρ: ὁ Φράστωρ τοῦ σκοποῦ τῷ ἀκοντίῳ [*]() ὑπερήλασεν.
a. μᾶκος δὲ Νικεύς: ὡς Τυδεύς.
b. ὁ δὲ λόγος· [*]() μακρόν τι καὶ ἐπίμηκες ἐδίσκευσεν ὁ Νικεύς. ὅτι δὲ πέτροις τὸ παλαιὸν ἐδίσκευον, Ὅμηρος (θ 190)· βόμβησεν δὲ λίθος.
c. μᾶκος δ᾿ Ἐνικεύς: Ἐνικεὺς ὄνομα κύριον. [*]()
d. μακρὸν ἐδίσκευσε δίσκῳ λιθίνῳ. οὕτως οἱ ἀρχαῖοι. μᾶκος δὲ μακρόν. (87.) παρὰ τὸ Ὁμηρικόν (Τ 131)· χειρὶ περιστρέψας.[*]()
b. τὸ δὲ χέρα κυκλώσας παρὰ τὸ Ὁμηρικόν (θ 189)·
τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός.
b. ἢ οὕτω· παρεκίνησε καὶ ἀνήγειρε τὸ τῶν συμμάχων πλῆθος.[*]()
[*]()c. [κυκλώσαις:] ἤτοι διὰ τὸ προβάλλειν τοὺς ἄλλους τῷ δίσκῳ διαταραχθῆναι εἰς τὸ πλῆθος ἀποθαυμάσαντας ἐπὶ τῷ τῆς βολῆς μήκει.
d. θόρυβον: ἀνήγειρε δὲ νικήσας ταραχὴν τοῖς συνοῦσιν· ἐβόησαν γὰρ θαυμάσαντες τῆς βολῆς τὸ μῆκος.
[*]()παρέθηξεν: ἐκίνησε. παρώρμησεν.
[*]()a. ἐν δ᾿ ἕσπερον ἔφλεξεν εὐώπιδος: τῆς δὲ [*]() εὐώπιδος σελήνης τὸ ἐρατὸν φάος κατέλαμψε | τὴν ἑσπέραν.
b. ἐρατὸν δὲ φάος, τὸ πανσέληνον· τελεῖται γὰρ κατὰ πληροσέληνον, ὡς αὐτὸς ἐν τοῖς πρώτοις εἶπεν (III, 19).
c. ἔδει δὲ οὕτως εἰπεῖν· οὔσης δὲ πανσελήνου ἐτέθη ὁ ἀγὼν, | ὁ δὲ τὸν ἀγῶνα διαθέμενος [*]() τοῦτο τότε ἐπήνεγκεν. 92Q
d. ἐν δ᾿ ἕσπερον [*]() ἔφλεξε: τὸ ἑσπερινὸν φάος.
e. ὅτι ἐν πανσελήνῳ ἐτέθη ὁ ἀγών. 90 a Q
σελάνας ἐρατὸν φάος: τοῦτο ἔδει πρῶτον εἰπεῖν [*]() ὅτι πανσελήνου οὔσης ὁ ἀγὼν ἐτέθη. εὐήθως δὲ καὶ οἱ φαντασθέντες ἄχρι δύσεως ἡμέρας αὐτοὺς ἀγωνίζεσθαι.