Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. σταθμᾶτο: περιεγράφετο. ἐσημειοῦτο. ἐχωρογράφει. [*]()ἐποίει.

b. σταθμᾶτο: κατεμετρεῖτο. περιώριζε. περιεσκέπτετο. [*]() ἢ κατεσκεύαζεν.

c. ἄλσος δὲ τὸ ἀνιερωμένον τῷ θεῷ γῆς μέρος, εἰ καὶ ψιλὸν εἴη φυτῶν.

d. ἄλσος: ὁ σύμφυτος καὶ ἀνιερωμένος τῷ θεῷ [*]() τόπος.

a. περὶ δὲ πάξαις: περιπήξας δὲ ὁ Ἡρακλῆς τὰ [*]() ὅπλα κύκλῳ τὸ ἱερὸν κατεβάλλετο.

b. περὶ δὲ πάξαις: περιπήξας δέ, φησιν, ὁ Ἡρακλῆς [*]() κύκλῳ τὰ ὅπλα ἐσταθμᾶτο τῷ πατρὶ τῷ μεγίστῳ τὸ ἱερὸν, ἀντὶ τοῦ κατεβάλλετο.[*]()

1.324

[*]()a. Ἄλτιν: ὁ νοῦς· τὴν μὲν Ἄλτιν καθιέρωσε τῷ θεῷ, τὸν δὲ κύκλῳ τόπον συμπόσιον ἐποίησεν.

b. οἱ περὶ Ἀριστόδημον καὶ Λεπτίνην καὶ Διονύσιον γράφουσιν Ἄλτιν. μὴ γὰρ πρέπον ἐστὶ τὴν ἄρτι πεπορθημένην Ἦλιν ἱερὰν γενέσθαι τῷ Διί· καὶ λόγον ἔχει τὸ τοῦ Διὸς ἱερὸν ἱδρύσθαι ἐν Πίσῃ. οὐ γὰρ ἐν Ἤλιδι οἱ ἐρχόμενοι ἐπὶ τὴν πανήγυριν θοινῶνται, ἀλλὰ ἐν Πίσῃ. τὸ γὰρ ἐν κύκλῳ τοῦ ἱεροῦ καταγωγαῖς διείληπτο. διῴκισται δὲ ἡ Πίσα τῆς Ὀλυμπίας γ΄ σταδίους. Ἄλτιν οὖν γραπτέον· οὕτως γὰρ τὸν περὶ Ὀλυμπίαν τόπον ἐκάλουν.

[*]()c. Ἀριστόδημος γράφει ἀντὶ τοῦ Ἆλιν Ἄλτιν· οὕτω γὰρ τὸν περὶ Ὀλυμπίαν τόπον καλεῖσθαι, καὶ τὸν Δία ἐξ [*]() ἐπιθέτου Ἄλτιον. | μὴ γὰρ λόγον ἔχειν τὴν ὑπ᾿ αὐτοῦ πεπορθημένην Ἦλιν ἱερὰν καὶ καθαρὰν ποιῆσαι. ἀλλὰ μηδὲ ἱερὸν εἶναι Διὸς ἐν Ἤλιδι, ἀλλ᾿ ἐν Πίσῃ. ἀπῳκίσθαι δὲ τὴν Πίσαν τῆς Ὀλυμπίας σταδίους ἕξ. Δίδυμος δὲ κατὰ χώραν ἐῶν τὴν γραφὴν τὸν Πίνδαρον τὴν Πίσαν Ἦλιν λέγειν φησίν· οἱ γὰρ Ἠλεῖοι ὑφ᾿ ἑαυτοὺς ποιησάμενοι τοὺς Πισαιάτας Ἦλιν τὴν Πίσαν μετωνόμασαν. εἰ οὖν ἡ Πίσα μετέβαλε, τί ἂν εἴη ἐμποδὼν γράφειν Ἆλιν; καὶ Καλλίμαχος δὲ τὴν Ἦλιν Διὸς οἰκίον εἶπεν ἀντὶ τοῦ Πίσαν (fr. 198)· [*]() Ἦλιν ἀνάσσεσθαι Διὸς οἰκίον ἔλλιπε Φυλεῖ·[*]() ἱερὰν δὲ τὴν Ἦλιν ἀντὶ τοῦ Πίσαν. | καὶ τὸν ἐν Πίσῃ δὲ Δία Ἠλεῖον εἶπε Καλλίμαχος (fr. 99)· Ἄλιος ὁ Ζεύς.[*]()

1.325

d. Ἄλτιν μὲν ὅ γ᾿ ἐν καθαρῷ διέκρινε: τὴν μὲν [*]() Ἦλιν ἢ Ἄλτιν καθιέρωσε τῷ θεῷ, | τὸ δὲ κύκλῳ δάπεδον [*]() αὐτῆς εἰς συμπόσιον ἐποίησεν.[*]()

e. ἄλλως· Ἄλτιν τὸ [*]() ἄδυτον, κατὰ δέ τινας τὸν νεὼν, κατὰ δὲ ἐνίους ὄνομα χωρίου.

f. γράφεται Ἆλιν. τὴν μὲν Ἦλιν καθιέρωσε τῷ θεῷ, [*]() τὸν δὲ κύκλῳ τόπον αὐτῆς εἰς συμπόσιον ἐποίησεν.[*]()

g. ἄλλως· Ἄλτιν τὸ στάδιον· ἐκλήθη δὲ οὕτως διὰ τὸ ἅλλεσθαι [*]() ἐν αὐτῷ τοὺς ἀθλοῦντας.

a. κύκλῳ δάπεδον: τὸ δὲ χωρίον τὸ κύκλῳ τοῦ [*]() ἱεροῦ καταλυτήριον ἔταξεν εἶναι τῶν ἀγωνιζομένων εἰς εὐωχίαν.

b. τὸ δὲ ὅλον· περιπήξας δὲ καὶ περιφράξας τόπον τὸν μὲν ναὸν καὶ τὸ ἄδυτον αὐτὸ διεχώρισεν ἐν τῷ καθαρωτάτῳ μέρει ἀνὰ τὸ μεσαίτατον· τὸ δὲ εἰς κύκλον τῆς γῆς ἢ τοῦ νεὼ καταγώγιον ἐποίησε καὶ δειπνητήριον τῶν ξένων.[*]()

a. τιμάσαις πόρον Ἀλφεοῦ: πρώτῳ τῷ Ἀλφειῷ [*]() ἔθυσεν ὡς ἐγχωρίῳ θεῷ· καὶ γὰρ μετὰ τῶν δώδεκα θεῶν τιμᾶται. σφόδρα δὲ αὐτὸν τιμῶσι σάλμιοι.

61. ἇς: ἀντὶ τοῦ ἕως. τοῦ ποταμοῦ γίνονται.

b. τιμάσαις πόρον Ἀλφεοῦ μετὰ δώδεκ᾿ ἀνάκτων [*]() θεῶν: καὶ γὰρ αὐτὸς ἐγκαταριθμεῖται τοῖς ιβ΄ θεοῖς. | ὁ δὲ ἐν Ὀλυμπίᾳ βωμὸς οὐ δύναται ἐξ ἄλλου ὕδατος γενέσθαι [*]() εἰ μὴ ἐκ τοῦ Ἀλφειοῦ.

c. ἄλλως· Ἀλφειῷ εἰκότως [*]()

1.326
[*]() ὡς ἐγχωρίῳ ἔθυσε ποταμῷ. | μετὰ δὲ τῶν δώδεκα θεῶν τοὺς βωμοὺς ἐποίησε· βωμοὺς γὰρ ἵδρυσε διδύμους ἕξ· ἐπωνόμασέ τε τοῦτον τὸν τόπον Κρόνου πάγον. τὸ πρότερον γὰρ οὐδεμίαν εἶχε προσηγορίαν, ἕως ἐβασίλευσεν ὁ [*]() Οἰνόμαος, | ἀλλὰ κρημνὸς οὖσα καὶ ἀοίκητος ἐξέκειτο τοῖς [*]() πολλοῖς ὑετοῖς καὶ ὄμβροις.[*]()

d. τιμάσαις πόρον Ἀλφεοῦ: τουτέστι πρώτῳ τῷ Ἀλφειῷ ἔθυσεν ὡς ἐντοπίῳ θεῷ.

[*]()a. μετὰ δώδεκ᾿ ἀνάκτων: ἀντὶ τοῦ ἐν δώδεκα θεοῖς.

[*]()b. καὶ πάγον Κρόνου: Κρόνιον πάγον προσηγόρευσεν.

[*]()c. πάγον Κρόνου: μετὰ ταῦτά, φησι, τὸν Κρόνιον πάγον προσηγόρευσεν οὐκ ἔχοντα πρότερον ὄνομα.

[*]()a. ἇς Οἰνόμαος: ἀντὶ τοῦ ἕως· καὶ ἔστιν ἐπίρρημα χρονικόν.[*]()

[*]()b. τὸ ἇς παρά τισιν ἀντὶ τοῦ ἕως.

[*]()a. βρέχετο: ἀντὶ τοῦ κατεσιωπᾶτο. συνήθως γὰρ τὸ βρέχειν ἐπὶ τοῦ σιωπῆσαι τίθησι. καὶ ἀλλαχοῦ (fr. 240)· [*]() μὴ σιγᾷ βρεχέσθω.

b. τινὲς δὲ οὕτως· ἐκρύπτετο νιφάδι, τῇ περὶ τὸν Οἰνόμαον ἀδοξίᾳ.[*]()

[*]()a. ἐν πρωτογόνῳ τελετᾷ: ἐν τῇ πρώτῃ γεγενημένῃ θυσίᾳ αἱ Μοῖραι ἔστησαν, ὡς ταύτην εὔμοιρον γενέσθαι, καὶ ὁ τὴν ἀλήθειαν πᾶσαν πᾶσι φανερῶν Χρόνος, ἐνδεικνύμενος ὅτι ἐπὶ πολὺν χρόνον τελεσθήσεται.

[*]()b. ταύτᾳ δ᾿ ἐν πρωτογόνῳ τελετᾷ: ἐν δὴ ταύτῃ

1.327
τῇ πρώτῃ καταβολῇ τῶν Ὀλυμπίων καὶ πρώτῃ τελουμένῃ ἑορτῇ παρεγένοντο μὲν αἱ Μοῖραι αἱ τίμιαι καὶ ὁ τὴν ἀλήθειαν πᾶσι φανερῶν Χρόνος. τοῦτο δὲ εἶπεν ἐνδεικνύμενος ὅτι εὐμοίρως καὶ πολυχρονίως ἡ πανήγυρις τελεσθήσεται.

c. ἄλλως· ἐν ταυτῃ πρῶτον ἀγομένῃ τῇ ἑορτῇ τῶν Ὀλυμπίων [*]() παρέστησαν αἱ Μοῖραι καὶ ὁ Χρόνος τοῖς τόποις. παρείληφε δὲ τὰς Μοίρας καὶ τὸν Χρόνον ὅτι εὔμοιρός τε ὁ ἀγὼν ἔσοιτο καὶ εἰς ἅπαντα τὸν αἰῶνα.

a. Χρόνος: διότι καὶ οὗτος ὁ χρόνος ἀποδέδωκε [*]() τὸν ὕμνον ὃν εἶπεν.

b. ἄλλως· τὸ δὲ πρότερον ἀσαφὲς σαφὲς καὶ κατάδηλον ἐποίησεν, ὅτι Ἡρακλῆς διελὼν ἔθυσε τὰς ἀπαρχὰς τῶν σκύλων.

c. κατέφρασε: ὁ χρόνος, φησὶ, προιὼν τὸν τόπον ἐδήλωσε.

68. τὴν λείαν.

69. ἔθηκε τὴν πρώτην Ὀλυμπιάδα.

d. τὸ δ᾿ ἐς ἀφανὲς ἰὼν πρόσω κατέφρασε: τὸ [*]() δὲ πρότερον ἀφανὲς ὂν προιὼν ὁ χρόνος ἐνεφάνισε καὶ φανερὸν ἐποίησε, ποῦ τὰ λάφυρα τοῦ πολέμου καὶ τὰ ἀπάργματα ἔθυσεν ὁ Ἡρακλῆς.

e. ἢ οὕτω· προιὼν δὲ [*]() ὁ χρόνος τὸ σαφανὲς ἡμῖν κατέδειξεν, ὅπως τὴν τοῦ πολέμου δόσιν, τουτέστι τὰ ἀκροθίνια διαμερίσας τοῖς θεοῖς ἔθυσε. 68 b EQ

f. ἄλλως· τὸ ἀφανὲς ἰὼν εἰς τὸ πρόσω ὁ [*]() χρόνος ἔκδηλον ἐποίησεν. | ἀφανὲς γὰρ ὂν πρότερον τοῦτο [*]()

1.328
[*]() τὸ χωρίον ὁ χρόνος διάδηλον ἐποίησεν.

g. ἕτεροι δὲ οὕτω, σαφανές, ἵν᾿ ᾖ τὸ σαφὲς, ὑφὲν ἀναγινώσκουσιν, ὡς πρὸς [*]() τὴν ἄνω διάνοιαν· | τὸ δὲ ἀληθὲς ὂν καὶ σαφὲς ἀεὶ ὁ χρόνος φανεροῖ.

[*]()a. ὅπα τὰν πολέμοιο δόσιν: ὅπου καὶ ἐν ᾧ τόπῳ διανείμας τὰ λάφυρα λαβών τε τὰς ἀπαρχὰς ἔθυσε, καὶ ὅπως (θαυμασίως) τὴν τοῦ ἀγῶνος ἑορτὴν κατέστησεν ἐν τῇ πρώτῃ Ὀλυμπιάδι καὶ τοῖς ἀγωνίσμασιν.[*]()

b. πολέμου [*]() δόσιν τὰ λάφυρά φησιν.

c. ὅπου τὴν λῆψιν τὴν ἐκ τοῦ πολέμου γενομένην διελὼν τὰ ἀκροθίνια τοῖς θεοῖς ἔθυσεν.[*]()

[*]()a. ἀκρόθινα: ἀντὶ τοῦ ἀκροθίνια.

b. ὅπως ἄρα τὸν πρῶτον ἐνιαυτὸν καθαριθμῶν ἀνέθηκε τὴν πρώτην Ὀλυμπιάδα.

[*]()c. καὶ πενταετηρίδ᾿ ὅπως: θαυμαστικῶς λέγει· καὶ πενταετηρικὸν ὅπως ἄρα ἔστησε καὶ ἐνσμοθέτησεν εἶναι τὴν τὼν Ὀλυμπίων πανήγυριν.[*]()

[*]()σὺν Ὀλυμπιάδι: κατὰ τὴν τῶν Ὀλυμπίων πρώτην θέσιν.[*]()

[*]()a. τίς δὴ ποταίνιον ἔλαβε στέφανον: πρὸς τὴν Μοῦσαν.

b. ποταίνιον: πρόσφατον· ἐκ δὲ τοῦ παρακολουθοῦντος σημαίνει τὸ πρῶτον, ἐπεὶ ὁ πρῶτος πρόσφατός ἐστι.

c. τίς οὖν, φησι, πρῶτος ἔλαχε τὸν στέφανον ὅτε ἔθηκεν ὁ Ἡρακλῆς τὸν ἀγῶνα;

1.329

d. τίς δὴ ποταίνιον: Δωρικῶς τὸν πρόσφατον. [*]()

e. τίς δὴ οὖν προσφάτως καὶ ἐν ἀρχῇ νικῆσαι δεδύνηται, [*]() ἤτοι διὰ χειρῶν ἢ δρόμῳ ἢ ἅρματι, | ἐνδόξως μὲν αὐτὸς [*]() ἀγωνισάμενος, τὸ δὲ τοῦ ἀνταγωνιστοῦ κλέος καθελών;

f. ἄλλως· ποταίνιον ἀντὶ τοῦ πρόσφατον, νεαρόν. ἐκ [*]() δὲ τοῦ παρακολουθοῦντος νῦν σημαίνειν βούλεται.

g. τίς πρῶτον ἔλαχε στέφανον, ὅτε ἔθηκε τὸν ἀγῶνα Ἡρακλῆς;

a. ἐν δόξᾳ θέμενος: ἀντὶ τοῦ ἔνδοξον νομίσας τὸ [*]()νικῆσαι.

b. τουτέστι συλλαβὼν τὴν εὐχὴν ἢ καύχημα τοῦ ἀνταγωνιστοῦ καθελὼν διὰ τοῦ ἔργου.

c. ἢ οὕτως· τὸ ἀγώνιον εὖχος δόξαν θέμενος καὶ ἔργῳ καθελὼν αὐτό.

d. ἀγώνιον εὖχος ἔργῳ καθελών: τὸ ὑπερβατόν· [*]() ἀγώνιον εὖχος καθελὼν, τὸ τοῦ ἀνταγωνιστοῦ, καὶ τὴν νίκην, τὴν αὐτοῦ εὐχὴν, ἔργῳ ἀποβαλών.

e. ἢ οὕτω· [*]() συλλαβὼν τὴν εὐχὴν, ὅ ἐστι τὸ καύχημα τοῦ ἀνταγωνιστοῦ καθελὼν διὰ τοῦ ἔργου.[*]()

a. (ἐν δόξᾳ θέμενος:) ἔνδοξον νομίσας τὸ νικῆσαι. [*]()

b. ἢ θέμενος τὸ ἀποτελέσας λέγει.

c. ἢ θέμενος καὶ ποιήσας ἑαυτὸν ἐν δόξῃ.

a. τὸ εὐθὺ, τὸ μὴ ἔχον καμπὴν καθάπερ ὁ δίαυλος. [*]()

b. στάδιον μὲν ἀρίστευσεν εὐθύτονον: εὐθὺ, [*]() τὸ μὴ ἔχον καμπὴν, τὸν ἁπλοῦν δρόμον.

a. Οἰωνός: τὸν Οἰωνὸν ὁ Πίνδαρος ἤδη ἠνδρωμένον [*]() νικῆσαι στάδιον περὶ τὴν πρώτην θέσιν τῶν Ὀλυμπίων,

1.330
ἔνιοι δέ φασιν αὐτὸν διεσπαράχθαι ὑπὸ τῶν Ἱπποκόωντος κυνῶν. ἐκλήθη δὲ οὕτως ὑφ᾿ Ἡρακλέους διὰ τὸ ὀξέως αὐτὸν τρέχειν ὡς πτηνὸν καὶ μὴ καταλαμβάνεσθαι.

[*]()b. τὸν δὲ Οἰωνὸν Πίνδαρος ὡς ἤδη ἠνδρωμένον νικῆσαί φησι στάδιον περὶ τὴν πρώτην θέσιν τῶν Ὀλυμπίων· ἔνιοι δὲ παῖδα ὄντα αὐτὸν ὑπὸ τῶν Ἱπποκοωντιδῶν διειργάσθαι.

c. παῖς ὁ Λικυμνίου Οἰωνός: ὁ νοῦς· ὁ μὲν τοῦ Λικυμνίου παῖς Οἰωνὸς τὸ εὐθύτονον καὶ ἀκαμπὲς στάδιον δραμών· οὗτος δὲ ὁ Οἰωνὸς ἦλθεν ἀπὸ πόλεως Μιδέας καλουμένης τοῦ Ἄργους, βασιλεύων καὶ ἡγεμὼν λαοῦ ὤν. ἡ δὲ μεταφορὰ τοῦ ἐλαύνων ἀπὸ τῶν ποιμνίων.

[*]()d. ἄλλως· εὐθύτονον στάδιον εἶπε· τοιοῦτον γὰρ λέγεται [*]()εἶναι τὸ στάδιον.

e. ἄλλως· παῖς ὁ Λικυμνίου, ὃς ἤδη ἀνδρωθεὶς τὴν πρώτην τῶν Ὀλυμπίων θέσιν καὶ δίαυλον ἐνίκησεν.

f. τὸ χ΄ ὅτι Οἰωνὸς προηγούμενος ἦλθεν. ἔστι δὲ ὄνομα κύριον ὁ Οἰωνός.

g. ἀπὸ Μιδέας κώμης Ἀργολικῆς. ἔνιοι δὲ πόλεως.

[*]()h. Μιδέαθεν: ἀπὸ Μιδέας.

[*]()a. στρατὸν ἐλαύνων: καὶ ἡγούμενος . . . . ἣν συνεκρότησεν εἰς συμμαχίαν Ἡρακλεῖ ἀπὸ Μιδέας ὢν, ὅθεν καὶ Ἀλκὼ ἡ Λικυμνίου ἀδελφή.

[*]()b. ὁ δὲ πάλᾳ κυδαίνων Ἔχεμος Τεγέαν: ὁ δὲ Ἔχεμος ἠρίστευσε πάλῃ κυδαίνων, ὅ ἐστι δοξάζων τὴν πόλιν

1.331
αὐτοῦ Τεγέαν· ἔστι δὲ πόλις Ἀρκαδίας· δοξάζων δὲ διὰ τὸ ἀναγορευθῆναι ἀπὸ Τεγέας. προσυπακουστέον τὸ ἠρίστευσεν. ὑπὸ δὲ τούτου τοῦ Ἐχέμου τὸν Ὕλλον φασὶ τελευτῆσαι κατιόντα εἰς Πελοπόννησον.

Ἔχεμος: προσυπακουστέον τὸ ἠρίστευσε· τὴν δὲ [*]() πάλην ἐνίκησεν Ἔχεμος Ἀρκὰς τὸ γένος. ὑφ᾿ οὗ φασι τὸν Ὕλλον τελευτῆσαι εἰς Πελοπόννησον κατιόντα. ἐγάμησε δὲ τὴν Τιμάνδραν· Ἡσίοδος. (fr. 114) Τιμάνδρην, φησὶν, Ἔχεμος θαλερὴν ποιήσατ᾿ ἄκοιτιν.