Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. νεῖκος δὲ κρεισσόνων: τῶν κρεισσόνων τὸ νεῖκος οὐ ῥᾴδιόν ἐστιν ἀποθέσθαι· ἐπὶ γὰρ τοῖς κρείσσοσι κεῖται τὸ ὅταν θέλωσι πολεμεῖν. καὶ Ὅμηρος (Α 80)·
κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηι.
[*]()b. νεῖκος δὲ κρεσσόνων: παραφράζει τὸ Ὁμηρικόν (Α 80)·
κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηι.
c. ὅ ἐστι· τὸ τῶν κρεισσόνων νεῖκος οὐ ῥᾴδιον ἀποθέσθαι· ἐπὶ γὰρ τοῖς κρείττοσι κεῖται τὸ ὅτε θέλουσι πολεμεῖν.[*]()
d. ἄλλως· ἀδύνατον γάρ ἐστι τῷ ἥττονι τὸ τῶν ὑπερεχόντων κράτος ἐκκλῖναι.
[*]()a. κἀκεῖνος ἀβουλίαις: ἀντὶ τοῦ ὕστατος τῆς ἁλώσεως ἀπέθανεν.
b. τουτέστι μετὰ τὸ ἁλῶναι τὴν πόλιν ἀπώλετο διὰ τὴν ἑαυτοῦ ἀβουλίαν.