Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. καὶ μὰν ξεναπάτας βασιλεὺς Ἐπειῶν: [*]() ξεναπάτην αὐτόν φησι διὰ τὴν τοῦ μισθοῦ ἀγνωμοσύνην.
b. ἀλλὰ μὴν καὶ ὁ περὶ τοὺς φίλους ἀπατηλὸς Αὐγέας, ὁ τῶν Ἠλείων βασιλεὺς, ἐθεάσατο οὐ πολὺ ὕστερον τὴν ἑαυτοῦ πατρίδα εἰς πλῆθος κακῶν ἐμβαλλομένην τοῦτο μὲν πυρὶ, τοῦτο δὲ σιδήρῳ, καὶ εἰς ῥεῦμα ἄτης ἐγκαθίσασαν.[*]()
a. ξειναπάτας: οὐ μετ᾿ οὐ πολὺ τῆς ἰδίας ἀπάτης [*]() καὶ ἀδικίας.
b. ἄλλως· οὐ μετ᾿ οὐ πολὺν χρόνον Αὐγείας εἶδεν ἁλισκομένην τὴν πατρίδα.