Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. ὦ Μοῖσ᾿, ἀλλὰ σὺ καὶ θυγάτηρ Ἀλάθεια Διός: σὺ τοίνυν, ὦ Μοῦσα, καὶ σὺ, τοῦ Διὸς θυγάτηρ Ἀλήθεια, ταῖς ἴσαις καὶ δικαίαις χερσὶν ἀποκωλύσατε καὶ ἀπείρξατε ἀπ᾿ ἐμοῦ τὴν ἐπίπληξιν καὶ τὴν ἐπιτίμησιν ἣν ἄν τις εἰς ἐμὲ ποιήσαιτο ὡς εἰς τὸν ξένον μου καὶ φίλον ἡμαρτηκότα, ὅτι ἐψευσάμην καὶ ἐβράδυνα πληρῶσαι τὸν ὕμνον.[*]()
[*]()b. ἀλιτόξενον: διαμαρτάνουσαν εἰς τοὺς ξένους, ὅτι ξένου αὐτῷ ὄντος τοῦ Ἀρχεστράτου ψευσάμενος ἤλιτεν εἰς αὐτόν[, ὅ ἐστιν ἥμαρτεν].