[*]()a. λόχμαισι δὲ δοκεύσας: ὅτε Αὐγέᾳ ἐπολέμει Ἡρακλῆς διὰ τὸν μισθὸν τῆς κόπρου, εἶχε πολλοὺς συμμάχους Τιρυνθίους, οὓς οἱ Μολιονίδαι ἐφόνευσαν βοηθοῦντες Αὐγέᾳ.
[*]()b. λόχμαισι: δασέσι τόποις.[*]()
[*]()c. λόχμαισι δὲ δοκεύσας: ἐπιτηρήσας γὰρ αὐτοὺς ἐν τοῖς συνδένδροις τόποις τῶν Κλεωνῶν ἀνεῖλεν ὁ Ἡρακλῆς [*]() ἐνεδρεύσας καὶ λοχήσας, | διότι πρῴην ποτὲ τὸ στράτευμα αὐτοῦ τὸ ἐκ τῶν Ἀργείων ἐν τῇ πόλει τῶν Ἠλείων καθεζόμενον ἐπολέμησαν αὐτοὶ ὑπερήφανοι τῆς Μολιόνης οὗτοι.
[*]()a. ὑπὸ Κλεωνᾶν δάμασε: Δωρικῶς· ὑπὸ Κλεωνῶν.
[*]()b. ὄνομα πόλεως Ἀργολικῆς. |
c. τινὲς δὲ δῆμον Λακωνικόν. [*]()
d. ἐδάμασε δὲ Εὔρυτον καὶ Κτέατον, ἤτοι ἀπέκτεινεν [*]() αὐτούς.
e. ἐφόδῳ ἀντὶ τοῦ λόχῳ (Hom. A 151)·
1.321
ἢ ὁδὸν ἐλθέμεν, ἀντὶ τοῦ ἐνέδραν ἐλθεῖν.