Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. λάτριον: τὸν ἐν τῇ λατρείᾳ γενόμενον. ἐλάτρευσε [*]() γὰρ τῷ Αὐγέᾳ ἐκβαλὼν τὴν ἐν τῇ αὐλῇ κόπρον.

b. ὡς Αὐγέαν λάτριον ἀέκονθ᾿ ἑκὼν μισθὸν [*]() ὑπέρβιον πράσσοιτο: τὸ ὥς ἀντὶ τοῦ ἵνα.

c. ἀνεῖλεν [*]() οὖν τοὺς Μολιονίδας ὁ Ἡρακλῆς ἵν᾿ εἰσπράξηται τὸν Αὐγείαν.

1.320

[*]()d. λάτριον δὲ μισθὸν τὸν ἀντὶ τῆς λατρείας καὶ ὑπηρεσίας.[*]()

[*]()e. ὡς Αὐγέαν λάτριον: ἐλάτρευσε γὰρ αὐτῷ ὁ Ἡρακλῆς ἐκφορήσας τὴν ἐν τῇ αὐλῇ κόπρον.

f. ὑπέρβιον δὲ τὸν πολύν.

[*]()g. ὅτι ἐν τῷ πρὸς Αὐγέαν πολέμῳ Ἡρακλῆς ὑπὸ τῶν Μολιονιδῶν ἁλοὺς ἔφυγε, διὸ μηνίσας αὐτοῖς τὸν περὶ Κλεωνὰς συνεστήσατο λόχον, φησὶ Μνασέας ὁ Παταρεύς.[*]()

[*]()h. ὡς Αὐγέαν: τὸ ὥς ἀντὶ τοῦ ὅπως.

[*]()a. λόχμαισι δὲ δοκεύσας: ὅτε Αὐγέᾳ ἐπολέμει Ἡρακλῆς διὰ τὸν μισθὸν τῆς κόπρου, εἶχε πολλοὺς συμμάχους Τιρυνθίους, οὓς οἱ Μολιονίδαι ἐφόνευσαν βοηθοῦντες Αὐγέᾳ.

[*]()b. λόχμαισι: δασέσι τόποις.[*]()

[*]()c. λόχμαισι δὲ δοκεύσας: ἐπιτηρήσας γὰρ αὐτοὺς ἐν τοῖς συνδένδροις τόποις τῶν Κλεωνῶν ἀνεῖλεν ὁ Ἡρακλῆς [*]() ἐνεδρεύσας καὶ λοχήσας, | διότι πρῴην ποτὲ τὸ στράτευμα αὐτοῦ τὸ ἐκ τῶν Ἀργείων ἐν τῇ πόλει τῶν Ἠλείων καθεζόμενον ἐπολέμησαν αὐτοὶ ὑπερήφανοι τῆς Μολιόνης οὗτοι.

[*]()a. ὑπὸ Κλεωνᾶν δάμασε: Δωρικῶς· ὑπὸ Κλεωνῶν.

[*]()b. ὄνομα πόλεως Ἀργολικῆς. |