Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. ὃν ἀρχαίῳ σάματι: τὸ αὐτό ἐστι τό τε μνῆμα τὸ τοῦ Πέλοπος καὶ ὁ βωμός. οὐ γὰρ ἑτέρωθι μὲν ὁ Πέλοψ, ἑτέρωθι δὲ ὁ βωμός.
[*]()b. ὃν ἀρχαίῳ σάματι πὰρ Πέλοπος βωμῷ: τὸ μνῆμα τοῦ Πέλοπος τὸ αὐτὸ τῷ βωμῷ. οὐ γὰρ ἑτέρωθι μὲν ὁ Πέλοψ, ἑτέρωθι δὲ ὁ βωμὸς, ἀλλ᾿ ἓν καὶ τὸ αὐτὸ χωρίον ἐστὶ σῆμα καὶ βωμός.
c. ἑξάριθμον δὲ, ἐπεὶ τῶν ιβ΄ θεῶν ἓξ βωμοὺς κατεσκεύασεν.
d. ὅντινα ἀγῶνα πλησίον τοῦ ἀρχαίου σήματος καὶ τάφου ἓξ βωμῶν ἀριθμὸν ἔχοντα [ἕκτον βωμὸν] ἱδρύσατο καὶ κατεστήσατο Ἡρακλῆς, ἡνίκα τοὺς τοῦ Ποσειδῶνος ἀνεῖλε παῖδας Κτέατον καὶ Εὔρυτον, ἵνα δυνηθῇ τῆς ὑπηρεσίας μισθὸν κομίσασθαι
a. βωμῶν ἑξάριθμον: ἐν τοῖς ἓξ βωμοῖς δώδεκα [*]()θεοῖς Ἡρακλῆς ἔθυεν· περὶ ὧν εἴπαμεν.
b. ἓξ γὰρ βωμοὺς ἔκτισεν Ἡρακλῆς ἡνίκα τοὺς Ποσειδῶνος παῖδας ἐφόνευσε Κτέατον καὶ Εὔρυτον.
c. τῷ γὰρ δοκεῖν ἦσαν Ἄκτορος καὶ Μολιόνης.