Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
b. ὀλίγοι τινές εἰσιν οἳ χαρὰν ἐκτήσαντο χωρὶς πόνων.
c. τὸ ὀλίγοι ἀντὶ τοῦ οὐδείς (Ε 800)·
ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς.
d. ἄπονον δ᾿ ἔλαβον χάρμα παῦροί τινες: οὗτος [*]() μὲν οὖν, φησι, μετὰ πόνου ἔλαβε τὴν νίκην· ὀλίγοι δέ εἰσιν οἱ χωρὶς πόνου νικήσαντες.
e. ἢ οὕτως· οὐδένες [*]() χωρὶς πόνου χαράν τινος ἔσχον ἔργου.
f. οὐδένες πρὶν [*]() ἐνεργῆσαι νικῶσί τι. ἡ δὲ νίκη τῷ βίῳ αὐτῶν ἐστι φάος.
βιότῳ φάος: [τὸ φάος] τὸ χάρμα τὸ ἀπὸ τῆς [*]() νίκης ἁπάντων τῶν ἔργων τοῦ βίου φάος εἴρηκεν.