Scholia in Pindarum Olympian Odes

Pindar Scholia

Scholia in Pindarum Olympian Odes, Drachmann, Teubner, 1903

a. Κυκνέα μάχη: ὅτι τὸν Ἄρεος Κύκνον Ἡρακλῆς [*]() φυγὼν αὖτις ἀνεῖλε, Στησίχορος (fr.12) ἐν τῷ ἐπιγραφομένῳ Κύκνῳ φησίν. διὰ τὸν Ἀγησίδαμον δὲ εἰκότως ἡ

1.316
ἱστορία· οὗτος γὰρ καταλύειν ἤδη προῃρημένος ὑπὸ τοῦ ἀλείπτου ἀνερρώσθη παραθήξαντος αὐτόν.

[*]()b. τράπε δὲ Κυκνέα μάχα: ἐτράπη δὲ καὶ ὑπεχώρησεν ἐν τῇ πρὸς τὸν Κύκνον μάχῃ ὁ μέγιστος Ἡρακλῆς, παρορμήσαντος Ἄρεος τὸν Κύκνον. ἐμαχέσατο δὲ Ἡρακλῆς [*]() ὅτι κακόξενος ἦν Κύκνος καὶ ἐν παρόδῳ τῆς Θεσσαλίας οἰκῶν ἀπεκαρατόμει τοὺς παριόντας ναὸν τῷ Ἀπόλλωνι βουλόμενος ἐκ τῶν κεφαλῶν οἰκοδομῆσαι, καὶ αὐτῷ παριόντι ἐπιβουλεῦσαι ἠθέλησε. συστάσης οὖν αὐτοῖς μάχης ἐφυγάδευσεν Ἡρακλῆς, συμβαλλομένου Ἄρεος τῷ παιδὶ Κύκνῳ. [*]() ἀλλ᾿ ὕστερον Ἡρακλῆς καὶ τοῦτον ἀπέκτεινε. Στησίχορος [*]() (fr. 12) ἐν τῷ ἐπιγραφομένῳ Κύκνῳ ἱστορεῖ.

c. τοιγάρτοι διὰ τὸ καὶ τὸν Ἀγησίδαμον ἀπολήγοντα ἤδη ὑπὸ Ἰολάου ἀλείπτου ἀνερρῶσθαι εἰκότως ταῦτα ἐπηγάγετο. [*]()

d. ἐχέτω οὖν, φησι, τῷ Ἴλᾳ Ἀγησίδαμος χάριν, ὡς Ἀχιλλεῖ [*]() Πάτροκλος παρορμήσαντι εἰς τὸν πρὸς τοὺς βαρβάρους πόλεμον. 21 Q

[*]()[ὑπέρβιον Ἡρακλέα:] ὡς Ἡρακλέα τραπέντα ἀνέρρωσεν ἡ Ἀθηνᾶ, οὕτως καὶ τὸν Ἀγησίδαμον ὁ Ἰόλαος. 13 g Q

[*]()a. Ἰολάῳ φερέτω χάριν: ἐτράπη μὲν ἐν τῇ μάχῃ [*]() τοῦ Κύκνου ὁ Ἡρακλῆς. ὁ Κύκνος υἱὸς ὢν τοῦ Ἄρεος ἐν τῇ παρόδῳ τῆς Θεσσαλίας οἰκῶν τοὺς παριόντας ξένους ἐκαρατόμει, ἐκ τῶν κεφαλῶν ναὸν τῷ Ἄπόλλωνι ποιῆσαι βουλόμενος. παριόντι τοίνυν τῷ Ἡρακλεῖ ἐπεβούλευσε, καὶ συστάσης μάχης ἐτράπη εἰς φυγὴν ὁ Ἡρακλῆς συλλαβομένου [*]() τοῦ Ἄρεος ὡς παιδὶ τῷ Κύκνῳ. ἀλλὰ ὕστερον αὐτὸν μόνον γενόμενον ἐνίκησεν ὁ Ἡρακλῆς. ἔοικε δὲ ὁ Ἀγησίδαμος ἡττῆσθαι πρῶτον, εἶτα ὕστερον ὑπὸ Ἰολάου παροξυνθεὶς

1.317
νενικηκέναι. τῷ Ἰολάῳ, φησὶν οὖν, χάριν ἐχέτω ὁ Ἀγησίδαμος ὥσπερ Ἀχιλλεῖ Πάτροκλος. 24

b. Ἰόλᾳ φερέτω χάριν: οὕτω, φησὶ, τῷ Ἰόλᾳ χάριν [*]() ἐχέτω ὁ Ἀγησίδαμος ὁ πύκτης, ὥσπερ Πάτροκλος τῷ Ἀχιλλεῖ. τοῖς γὰρ ὅπλοις ἠρίστευσε τοῖς ἐκείνου.

ὡς Ἀχιλεῖ Πάτροκλος: ὁ γὰρ Ἀχιλλεὺς τοῖς [*]() ἰδίοις ὅπλοις κοσμήσας Πάτροκλον καὶ παραθαρρύνας ἔπεμψεν εἰς τὸν πόλεμον. 26

a. φύντ᾿ ἀρετᾷ: τὸν φύντα πρὸς ἀρετὴν σὺν θεοῦ [*]() παλάμῃ παροξύνας τις πρὸς μέγα κλέος ὁρμῆσαι ποιήσειεν.

b. τὸ δὲ παλάμῃ ἀντὶ τοῦ γνώμῃ καὶ βουλῇ καὶ ἐπινοίᾳ. [*]()

πελώριον: τὰ β΄ μία ἐστὶ περίοδος ιζ΄ συλλαβῶν. 22 [*]()

a. ἄπονον δ᾿ ἔλαβον: ὡς μετὰ πόνου αὐτοῦ λαβόντος [*]() τὴν νίκην. οἱ δὲ χωρὶς πόνου νικῶντες ἄδοξοι.

b. ὀλίγοι τινές εἰσιν οἳ χαρὰν ἐκτήσαντο χωρὶς πόνων.

c. τὸ ὀλίγοι ἀντὶ τοῦ οὐδείς (E 800)·

ἦ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς.

d. ἄπονον δ᾿ ἔλαβον χάρμα παῦροί τινες: οὗτος [*]() μὲν οὖν, φησι, μετὰ πόνου ἔλαβε τὴν νίκην· ὀλίγοι δέ εἰσιν οἱ χωρὶς πόνου νικήσαντες.

e. ἢ οὕτως· οὐδένες [*]() χωρὶς πόνου χαράν τινος ἔσχον ἔργου.

f. οὐδένες πρὶν [*]() ἐνεργῆσαι νικῶσί τι. ἡ δὲ νίκη τῷ βίῳ αὐτῶν ἐστι φάος.

βιότῳ φάος: [τὸ φάος] τὸ χάρμα τὸ ἀπὸ τῆς [*]() νίκης ἁπάντων τῶν ἔργων τοῦ βίου φάος εἴρηκεν.

1.318

[*]()a. ἐξαίρετον: προτρέπουσί με ἀεῖσαι τὸν ἀγῶνα τὸν ἐξαίρετον τῶν Ὀλυμπίων.

b. δηλονότι δικαίως ᾄδεται.

[*]()c. ἀγῶνα δ᾿ ἐξαίρετον ἀεῖσαι: ἐμὲ δὲ παρώρμησαν αἱ τοῦ Διὸς θέμιδες ὑμνῆσαι τοῦτον τὸν ἀγῶνα. [*]()

d. θέμιδες δὲ Διὸς ὁ κατὰ θεσμὸν τῆς πενταετηρίδος [*]() πληρωθεὶς χρόνος.

e. ἢ οὕτως· ἐμὲ προτρέπουσιν αἱ [Διὸς] θέμιδες ᾆσαι τὸν ἀγῶνα τὸν ἐξαίρετον τοῦ Διὸς τοῦ ἐν [*]() Ὀλυμπίᾳ.

f. ἄλλως· τὸ ἑξῆς· ἀγῶνα θέμιτες [δὲ] Διὸς [*]() ὦρσαν, ἐπεὶ μετὰ δικαιοσύνης ἀγωνίζονται.

g. ἀντὶ τοῦ θέμιδες. Δωρικὴ δὲ ἡ κλίσις. Ὅμηρος (O 87)· Θέμιστι [*]() δὲ καλλιπαρῄῳ.

[*]()a. ὃν ἀρχαίῳ σάματι: τὸ αὐτό ἐστι τό τε μνῆμα τὸ τοῦ Πέλοπος καὶ ὁ βωμός. οὐ γὰρ ἑτέρωθι μὲν ὁ Πέλοψ, ἑτέρωθι δὲ ὁ βωμός.

[*]()b. ὃν ἀρχαίῳ σάματι πὰρ Πέλοπος βωμῷ: τὸ [*]() μνῆμα τοῦ Πέλοπος τὸ αὐτὸ τῷ βωμῷ. οὐ γὰρ ἑτέρωθι μὲν ὁ Πέλοψ, ἑτέρωθι δὲ ὁ βωμὸς, ἀλλ᾿ ἓν καὶ τὸ αὐτὸ χωρίον ἐστὶ σῆμα καὶ βωμός.

c. ἑξάριθμον δὲ, ἐπεὶ τῶν ιβ΄ θεῶν ἓξ βωμοὺς κατεσκεύασεν.

d. ὅντινα ἀγῶνα πλησίον τοῦ ἀρχαίου σήματος καὶ τάφου ἓξ βωμῶν ἀριθμὸν [*]() ἔχοντα [ἕκτον βωμὸν] ἱδρύσατο καὶ κατεστήσατο Ἡρακλῆς, ἡνίκα τοὺς τοῦ Ποσειδῶνος ἀνεῖλε παῖδας Κτέατον καὶ Εὔρυτον, ἵνα δυνηθῇ τῆς ὑπηρεσίας μισθὸν κομίσασθαι

1.319
παρὰ τοῦ Αὐγέου πλεῖστον ὄντα, καὶ παρὰ ἄκοντος αὐτὸς ἑκών. 34 e B

a. βωμῶν ἑξάριθμον: ἐν τοῖς ἓξ βωμοῖς δώδεκα [*]() θεοῖς Ἡρακλῆς ἔθυεν· περὶ ὧν εἴπαμεν.

b. ἓξ γὰρ βωμοὺς ἔκτισεν Ἡρακλῆς ἡνίκα τοὺς Ποσειδῶνος παῖδας ἐφόνευσε Κτέατον καὶ Εὔρυτον.

c. τῷ γὰρ δοκεῖν ἦσαν Ἄκτορος καὶ Μολιόνης.

[ἐκτίσσατ᾿ ἐπεὶ Ποσειδάνιον:] Κτέατος καὶ Εὔρυτος [*]() ἀδελφοὶ, τῷ μὲν λόγῳ Ἄκτορος καὶ Μολιόνης, τῇ δὲ ἀληθείᾳ Ποσειδῶνος καὶ Μολιόνης. οὗτοι συνεστρατεύσαντο Αὐγείᾳ, καὶ ἐπειδὴ εἰς τὸν μισθὸν τῆς ἐκχύσεως τῆς ὄνθου ἠδικεῖτο Ἡρακλῆς, ἀποκαθάρας μὲν τὴν κόπρον, ἀποστερούμενος δὲ τοῦ συμφωνηθέντος μισθοῦ, τούτους λοχήσας ἐν Κλεωναῖς τοῦ Ἄργους ὁ Ἡρακλῆς προανεῖλεν, ἵν᾿ εὐαλώτερος αὐτῷ μονωθεὶς ὁ Αὐγείας γένηται. ἦν δὲ ὁ μισθὸς ἡ δεκάτη τῶν βοῶν. 34 e CE

Κτέατον: καὶ γὰρ Κτέατον καὶ Εὔρυτον τοὺς Ποσειδῶνος [*]() παῖδας καὶ Μολιόνης περὶ Κλεωνὰς ἐνεδρεύσας πορευομένους περὶ τὸν Ἰσθμὸν ἀνεῖλεν. ἀπέκτεινε δὲ τοὺς Μολιονίδας καὶ Ἡρακλῆς ὅπως εἰσπράξαιτο τοῦ Αὐγέου μισθόν.

a. λάτριον: τὸν ἐν τῇ λατρείᾳ γενόμενον. ἐλάτρευσε [*]() γὰρ τῷ Αὐγέᾳ ἐκβαλὼν τὴν ἐν τῇ αὐλῇ κόπρον.

b. ὡς Αὐγέαν λάτριον ἀέκονθ᾿ ἑκὼν μισθὸν [*]() ὑπέρβιον πράσσοιτο: τὸ ὥς ἀντὶ τοῦ ἵνα.

c. ἀνεῖλεν [*]() οὖν τοὺς Μολιονίδας ὁ Ἡρακλῆς ἵν᾿ εἰσπράξηται τὸν Αὐγείαν.

1.320

[*]()

d. λάτριον δὲ μισθὸν τὸν ἀντὶ τῆς λατρείας καὶ ὑπηρεσίας. 36 c BCE

[*]()e. ὡς Αὐγέαν λάτριον: ἐλάτρευσε γὰρ αὐτῷ ὁ Ἡρακλῆς ἐκφορήσας τὴν ἐν τῇ αὐλῇ κόπρον.

f. ὑπέρβιον δὲ τὸν πολύν. [*]()

[*]()g. ὅτι ἐν τῷ πρὸς Αὐγέαν πολέμῳ Ἡρακλῆς ὑπὸ τῶν Μολιονιδῶν ἁλοὺς ἔφυγε, διὸ μηνίσας αὐτοῖς τὸν περὶ Κλεωνὰς συνεστήσατο λόχον, φησὶ Μνασέας ὁ Παταρεύς. 32 B a 34 b CE a 42 E b Q b

[*]()h. ὡς Αὐγέαν: τὸ ὥς ἀντὶ τοῦ ὅπως. [*]()

[*]()a. λόχμαισι δὲ δοκεύσας: ὅτε Αὐγέᾳ ἐπολέμει Ἡρακλῆς διὰ τὸν μισθὸν τῆς κόπρου, εἶχε πολλοὺς συμμάχους Τιρυνθίους, οὓς οἱ Μολιονίδαι ἐφόνευσαν βοηθοῦντες Αὐγέᾳ.

[*]()b. λόχμαισι: δασέσι τόποις. 42 [*]()

[*]()c. λόχμαισι δὲ δοκεύσας: ἐπιτηρήσας γὰρ αὐτοὺς ἐν τοῖς συνδένδροις τόποις τῶν Κλεωνῶν ἀνεῖλεν ὁ Ἡρακλῆς [*]() ἐνεδρεύσας καὶ λοχήσας, | διότι πρῴην ποτὲ τὸ στράτευμα αὐτοῦ τὸ ἐκ τῶν Ἀργείων ἐν τῇ πόλει τῶν Ἠλείων καθεζόμενον ἐπολέμησαν αὐτοὶ ὑπερήφανοι τῆς Μολιόνης οὗτοι. [*]()

[*]()a. ὑπὸ Κλεωνᾶν δάμασε: Δωρικῶς· ὑπὸ Κλεωνῶν.

[*]()

b. ὄνομα πόλεως Ἀργολικῆς. |

c. τινὲς δὲ δῆμον Λακωνικόν. [*]()

d. ἐδάμασε δὲ Εὔρυτον καὶ Κτέατον, ἤτοι ἀπέκτεινεν [*]() αὐτούς.

e. ἐφόδῳ ἀντὶ τοῦ λόχῳ (Hom. A 151)·

1.321
ἢ ὁδὸν ἐλθέμεν, ἀντὶ τοῦ ἐνέδραν ἐλθεῖν.

f. ἀπέκτεινε δὲ αὐτοὺς | πορευομένους ἐπὶ τὸν Ἰσθμικὸν ἀγῶνα. 38 b C [*]()

g. τὸ δὲ ὅτι πρόσθε ποτέ τὴν αἰτίαν ἀποδιδοὺς τοῦ [*]() γεγενημένου ὁ Πίνδαρός φησιν. 39 a C

a. ἐφ᾿ ὁδῷ: διχῶς, ἐφ᾿ ὁδῷ, ἢ ὑφὲν ἀντὶ τοῦ ἐφόδῳ, [*]() τῇ ἐνέδρᾳ.

b. ἐφόδῳ: ἤτοι ἐνέδρᾳ. 37 g [*]()

a. ὅτι πρόσθε ποτὲ Τιρύνθιον: τουτέστιν ὅτι [*]() πολλοὺς συστρατεύσαντας αὐτῷ ἀπέκτειναν. οἱ δὲ ἀποθανόντες ἐν τῇ μάχῃ Τελαμὼν, Χαλκώδων καὶ Ἰφικλῆς ὁ πρεσβύτατος αὐτοῦ ἀδελφός.

b. Τιρύνθιον Ἀργεῖον· Τίρυνς [*]() γὰρ πόλις Ἄργους. 34 g B b E b Q b

Τελαμών· Χαλκώδων· Ἴφικλος, ἀδελφὸς αὐτοῦ. [*]()

a. καὶ μὰν ξεναπάτας βασιλεὺς Ἐπειῶν: [*]() ξεναπάτην αὐτόν φησι διὰ τὴν τοῦ μισθοῦ ἀγνωμοσύνην. b. ἀλλὰ μὴν καὶ ὁ περὶ τοὺς φίλους ἀπατηλὸς Αὐγέας, ὁ τῶν Ἠλείων βασιλεὺς, ἐθεάσατο οὐ πολὺ ὕστερον τὴν ἑαυτοῦ πατρίδα εἰς πλῆθος κακῶν ἐμβαλλομένην τοῦτο μὲν πυρὶ, τοῦτο δὲ σιδήρῳ, καὶ εἰς ῥεῦμα ἄτης ἐγκαθίσασαν. 46 f C