Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
b. ῥεῦμα οὖν λέγει τῶν ὕμνων τὸ πνεῦμα.
c. νῦν ψᾶφον ἑλισσομέναν ὅπα κῦμα κατακλύσει [*]() ῥέον: ἀλληγορικῶς ταῦτα λέγει· προσυπακουστέον
1.312
δὲ ἔξωθεν τοιοῦτόν τι· ἴδωμεν, θεωρήσωμεν μήποτε κῦμα τὴν ψῆφον δινουμένην ἐπιρρέον κατακλύσῃ.d. τινὲς δὲ [*]() πρὸς τὸ κατὰ τὸν ὕμνον νοούμενον πνεῦμα.
e. παραβάλλει δὲ ἀλληγορῶν τῷ τῆς θαλάσσης ῥεύματι τὴν ἑαυτοῦ δύναμιν. ὡς γὰρ ψῆφον παρ᾿ αἰγιαλὸν κυλινδουμένην ἐκβρασσόμενον τὸ κῦμα κατακλύζει, τὸν αὐτὸν τρόπον, φησὶ, κἀγὼ τὴν ἐπικυλιομένην μέμψιν ἐκκλύσω ὡς ψῆφον. [*]()