Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. ἐν ἁμέρᾳ φαεννὸν ἄστρον: εὖ καὶ ἐκ τοῦ καιροῦ [*]() τὸ ἄγαν λαμπρὸν τοῦ ἡλίου βούλεται δεῖξαι ὡς πρὸς τὰ ἄλλα ἄστρα, ἅτινα κατ᾿ αὐτὸν τὸν καιρὸν ἐξασθενεῖ φαίνεσθαι· διὸ καὶ ἁρμοδίως ἄστρον ἐπήγαγεν.
b. ἔρημον εἶπε τὸν αἰθέρα διὰ τὸ ἄγαν πυρῶδες καὶ τὸ μὴ πλησιάζειν αὐτῷ ζῷον ἐν τῷ ἀσφαλεῖ ἢ ὅτι τὸ -ερι- μόριον λέγουσιν ἀντὶ τοῦ μεγάλου, ὡς καὶ Ὅμηρος (Κ 305)· ἐριαύχενας ἵππους.
c. τὸ δὲ σαφὲς οὕτως ἔχει· εἰ δὲ, ὦ προσφιλεστάτη ψυχὴ, ἀγῶνας φωνεῖν καὶ διακρίνειν θέλεις, μηκέτι τοῦ ἡλίου σκόπει ἕτερον ἄστρον μήτε θερμότερον μήτε λαμπρότερον διὰ τῆς ἐρήμου αἰθέρος φερόμενον ἐν ἡμέρᾳ, μηδὲ τοῦ Ὀλυμπιακοῦ ἀγῶνος ἕτερον βελτίονα.[*]()
d. ἄστρον: κακῶς εἶπεν ἄστρον· ἔδει γὰρ εἰπεῖν [*]() ἀστέρα. τὰ γὰρ ἐκ πολλῶν συγκείμενα ἀστέρων ζῴδια λέγονται ἄστρα, ὁ δὲ ἥλιος ἀστήρ.
e. τὸ δὲ ὅλον εἰπεῖν· ὥσπερ ἐν ἄστροις ἥλιον εἴποις θαλπνότερον, οὕτως ἐν ἀγῶσι προκρίναις Ὀλυμπίαν.