Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. ἐοικὸς δέ ἔστι καὶ προσῆκον ἀνθρώπῳ τὰ καλὰ [*]() περὶ θεῶν λέγειν· ἐλάττων γὰρ αἰτία. διὰ δὲ τούτου εὐσεβὲς τὸ ἦθος χαρακτηρίζει.
b. ὡς ὅτι δεῖ μηδὲ ὅλως ἐγκαθιέναι τινὰ εἰς τὸν περὶ τῶν θεῶν λόγον.
c. ἔνιοι δὲ μείων ἀντὶ τοῦ οὐδὲ ὀλίγη· | ὡς Ὅμηρος (Ε 800)· ἦ [*]() ὀλίγον οἷ παῖδα ἐοικότα γείνατο Τυδεύς· ἀντὶ τοῦ οὐδὲ ὀλίγον· ἵν᾿ ᾖ, οὐδὲ ὀλίγη ἐστὶν αἰτία τῷ καλὰ λέγοντι περὶ θεῶν.[*]()
d. ἄλλως· ἔστι δὲ εἰκὸς ἀνθρώπῳ εὔφημα περὶ θεῶν [*]() λέγειν καὶ μὴ βλασφημοῦντα λέγειν αὐτοὺς ἀνθρωποφάγους καὶ γαστριμάργους.