Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ἀκέντητον ἐν δρόμοισιν: ἀμάστικτον αὐτῷ τῷ [*]()

1.28
κατὰ φύσιν τάχει τὸ σῶμα κατὰ τὸν ἀγῶνα διαφυλάξας. ἐκ δὲ τούτου τὸ ταχὺ καὶ πρόθυμον τοῦ ἵππου δηλοῖ. καὶ παρὰ τῷ Ὁμήρῳ (Ψ 387)· ἄνευ κέντροιο θέουσαι.[*]()

[*]()b. ἔσυτο δὲ, οὕτως ὥρμησεν ὡς μὴ δεῖσθαι κέντρου καὶ [*]() μάστιγος. |

c. κράτει ἀντὶ τοῦ νίκῃ.[*]()

d. ὁ δὲ νοῦς· ὁ δὲ Φερένικος ταχύνας ἑαυτὸν κατὰ τὸν ἀγῶνα τῇ νίκῃ προσέμιξε τὸν ἑαυτοῦ δεσπότην Ἱέρωνα.[*]()

[*]()(κράτει:) τῇ νίκῃ.

[*]()a. ἱππιοχάρμαν: τὸν τῇ ἱππικῇ χαίροντα. [*]()

b. καλῶς τὸ ἐπίθετον τῷ βασιλεῖ διὰ τὸ ἱπποτροφεῖν, | ἵνα δείξῃ ὅτι οὐ τύχης γέγονεν ἔργον τὸ τῷ Φερενίκῳ χρήσασθαι, [*]() ἀλλ᾿ ἐπιστήμης καὶ τῆς περὶ τὸ πρᾶγμα ἐπιμελείας.

c. ἔνιοι δὲ ἀναγινώσκουσι παροξύνοντες τὴν παραλήγουσαν συλλαβὴν τοῦ Συρακουσίων καὶ τὴν ἐσχάτην τοῦ ἱππιοχαρμᾶν περισπῶσιν, [*]() ἵν᾿ ᾖ Συρακοσίων ἱππιοχαρμῶν. | τὸν γὰρ Ἱέρωνα οὐκ εἶναι Συρακούσιον ὅτε ἐνίκα. κτίσαντα γὰρ αὐτὸν τὴν Κατάνην καὶ προσαγορεύσαντα Αἴτνην ἀπ᾿ αὐτῆς [*]() Αἰτναῖον αὐτὸν λέγουσιν. | εὐήθεις δέ φησι Δίδυμος τούτους· τότε γὰρ ὁ Ἱέρων ἦν Συρακούσιος καὶ οὐδὲ ἦν Αἰτναῖος, ὥς φησιν Ἀπολλόδωρος. ὁ δὲ Ἀριστόνικος ἀξιοπίστως Αἰτναῖον ὄντα Συρακούσιον ὀνομάζεσθαι.[*]()

[*]()d. γράφεται καὶ ἱππιοχαρμὴν Συρακουσίων καὶ συντάσσεται οὕτως. ἐτυμολογεῖται δὲ ἢ ἀπὸ τοῦ ἵππου καὶ τοῦ χαίρω ἢ ἀπὸ τοῦ χάρμη ἡ μάχη.

1.29

λάμπει δέ οἱ κλέος: τῷ ἵππῳ. ἢ τῷ Ἱέρωνι· ὃ [*]() καὶ βέλτιον.[*]()

a. ἐν εὐάνορι Λυδοῦ Πέλοπος: Πίνδαρος μὲν [*]() τὸν Πέλοπα Λυδόν φησιν [εἶναι], Ἴστρος δὲ (FHG I 426) Παφλαγόνα, Αὐτεσίων δὲ (FHG IV 345) Ἀχαιὸν ἀπ᾿ Ὠλένου πόλεως, ἧς καὶ Ὅμηρος μνημονεύει (Β 639)· καὶ Ὤλενον ἠδὲ Πυλήνην.[*]()

b. εὐάνορι: ἐν τῇ εὐάνορος ἀποικίᾳ, τοῦ Πέλοπος· [*]() τουτέστιν ἐν τῇ Πελοπποννήσῳ.

c. γράφεται καὶ ἐποικίᾳ· ταὐτὸν δὲ δι᾿ ἀμφοτέρων.

d. ἀποικίαν δὲ, οὐχ ἣν αὐτὸς ἔστειλεν, ἀλλ᾿ ἣν αὐτὸς ἐστείλατο.

e. τινὲς εὐάνορι, δοτικῇ ἀντὶ γενικῆς τοῦ εὐάνορος. ἐξ ἀνδρείας γὰρ νικήσας ἔσχε τὴν Ἦλιν. 40 d

a. Πέλοπος ἀποικίᾳ: τῇ Πελοποννήσῳ.

b. τοῦ [*]() δὲ ἀντὶ τοῦ Πέλοπος. 48

c. (ἀποικίᾳ:) κατοικίᾳ. [*]()

a. [ἐπεί νιν καθαροῦ λέβητος:] λόγος τις παρὰ [*]() τοῖς ἱστορικοῖς ἐπὶ τὸ μυθικώτερον πέπλασται, ὡς οἱ θεοὶ ἐπὶ ἑστίασιν ἐκάλεσαν τὸν Τάνταλον [εἰς] ἔρανον [ὅ ἐστι τὴν εὐωχίαν] παρασκευάσαντες. ἐπειδὴ οὖν καὶ αὐτὸς ὁ Τάνταλος τῷ τοῦ ἐράνου τρόπῳ ἀντεισφέρειν τε τοῖς θεοῖς εὐωχίαν ἠπόρησεν, ἀσεβοῦς ἐπιχειρήματος πρόφασιν τὸ

1.30
ἄπορον ἔσχε· διακόψας γὰρ τὸν Πέλοπα ἐγκαθῆκε λέβητι καὶ ἑψήσας τοῖς θεοῖς παρέθηκε τῶν κρεῶν. μόνην δὲ τὴν Δήμητραν ἀγνοίᾳ μεταλαβεῖν λέγουσι· τινὲς δὲ τὴν Θέμιν. γνωρίσαντα δὲ τὸν Δία Ἑρμῇ προστάξαι ἐγκαθεῖναι πάλιν λέβητι τὰ κρέα καὶ ὑγιῆ τὸν παῖδα ἀποδοῦναι. ὁ δὲ [*]() Βακχυλίδης (fr. 42) τὸν Πέλοπα τὴν Ῥέαν λέγει ὑγιάσαι | καθεῖσαν διὰ λέβητος.

b. τοῦ δευτέρου οὖν ἀκουστέον, ἀφ᾿ οὗ καὶ ὑγιὴς ἀνεδόθη.[*]()

[*]()c. ἄλλως· λέγεται τῆς Δήμητρος ἀπογευσαμένης τῶν τοῦ Πέλοπος ὠμείων κρεῶν ἐλεφάντινον τὸν Ἑρμῆν ὦμον προσαρμόσαι τῷ Πέλοπι. τούτου φασὶ καὶ ὑμόμνημα τοὺς Πελοπίδας φέρειν λευκότητά τινα κατὰ τὸν ὦμον. τὸ ἐπὶ τοῦ ὤμου τοῦ Πέλοπος οἱ μὲν λευκόν τι ὡς διὰ τὸν ἐλέφαντα ἔφασαν, οἱ δὲ λόγχην ἐπὶ τὸν βραχίονα, οἱ δὲ ἐπὶ[*]() τὸν ἀριστερὸν βραχίονα Γοργόνα, | οἱ δὲ ἐπὶ τῆς ὠμοπλάτης τρίαιναν μαρτυροῦσαν τῷ τοῦ Ποσειδῶνος ἔρωτι.[*]()

[*]()d. καθαροῦ λέβητος: ἐν ᾧ συνετίθετο ὁ Πέλοψ.

e. ἀφ᾿ οὗ καὶ ὑγιὴς ἐγένετο, ὅτε τῆς Δήμητρος τὸν ὠμοπλάτην αὐτοῦ φαγούσης κατ᾿ ἄγνοιαν ἐλεφάντινος ὦμος ἐτέθη αὐτῷ ὑπ᾿ αὐτῆς.

[*]()f. ἐπεί νιν καθαροῦ λέβητος: οἷον ἀφ᾿ οὗ αὐτόν. οἱ δὲ, ἐπειδὴ αὐτόν.

1.31

Κλωθὼ μία τῶν Μοιρῶν· εἴρηται δὲ παρὰ τὸ [*]() ἐπικλώθειν ἑκάστῳ τὸ εἱμαρμένον.[*]()

a. κεκαδμένον: κεκοσμημένον.[*]() [*]()

b. κεκοσμημένον. ἀπὸ τοῦ κάζω τὸ καλλωπίζω. [*]() γράφεται δὲ καὶ κεκασμένον. σύγκειται δὲ τὸ ζ ἐκ τοῦ σ καὶ δ. διὰ τοῦτο γράφεται κεκαδμένον.