Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

g. περὶ δὲ τῆς Δωριστὶ ἁρμονίας εἴρηται ἐν παιᾶσιν (fr. 67), ὅτι Δώριον μέλος σεμνότατόν [*]() ἐστιν.

h. πασσάλου δὲ, ὅτι ἐπὶ πασσάλων

1.27
ἔκειντο αἱ κιθάραι· καὶ Ὅμηρος (α 440)· πασσάλῳ ἐγκρεμάσας· διὰ τὸ ἕτοιμον εἶναι εἰς τὸ ἀναλαβεῖν.

i. ἢ ὅτι ὡς ἀνάθημα ἔν τινι τόπῳ τοῦ οἴκου ἀνάκειται.

a. τὸ Πίσας δὲ συσταλτέον διὰ τὸ ἀντίστροφον· [*]() οὕτω δὲ οἱ περὶ Πίνδαρον καὶ Σιμωνίδην (fr. 247).

b. περὶ δὲ τῆς Πίσης, ὅτι τόπος ἐν Ἤλιδι ὑπὸ ὑψηλῶν ὄχθων περιεχόμενος, Πολέμων (FHG II 121) φησίν.

c. ἔνιοι δὲ ὑποσυγχέουσι [*]() τὴν Πίσαν καὶ τὴν Ἦλιν, οὐκ ὀρθῶς δὲ· | διέστηκε [*]() γὰρ ἀπ᾿ ἀλλήλων τὰ χωρία σταδίων πεντήκοντα.

d. ὠνόμασται δὲ Πίσα ἀπὸ τῆς Πίσης τῆς Ἐνδυμίωνος θυγατρός.

e. ἀναλάμβανε, ὦ Πίνδαρε, τὴν Δωρίαν φόρμιγγα, [*]() καὶ ὕμνει τὸν Φερένικον ἵππον τοῦ Ἱέρωνος καὶ τὴν Πίσαν, εἰ ἄρα σοι ἡ τούτων χάρις τὸν νοῦν ηὔφρανεν.

f. εἴ [*]() τινά σοι ἡ Πίσα καὶ ὁ Φερένικος νικήσας παρέσχε λόγων εὐπορίαν.

a. καὶ Φερενίκου χάρις: ὄνομα τοῦ νικήσαντος [*]()ἵππου.

b. ὁ δὲ νοῦς· εἴ τί σοι, ὦ θυμὲ, ἡ τοῦ ἵππου καὶ τῆς Πίσης χάρις τὸν νοῦν ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν.[*]()