Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. ἢ H gl τὴν προσφιλεστάτην.

d. ὁ δὲ νοῦς· οἷα παίζομεν φίλαν ἄνδρες: [*]() ὁποῖα μάλιστα μουσικὰ οἱ ἄνθρωποι συνεχῶς κατὰ τὰ συμπόσια

1.26
περὶ τὴν προσφιλῆ τράπεζαν παίζομεν. καλῶς καὶ μετὰ τὴν εὐωχίαν εἷπεν· οὐ γὰρ ἦν σπουδαίου ἄνευ τοῦ εὐωχεῖσθαι κιθαρίζειν.

[*]()e. ἀμφίβολον οὖν πότερον ἀγλαΐζεται μουσικᾶς ἐν ἀώτῳ μουσικὰ συζητῶν παρὰ τὸ δεῖπνον, ἢ ἐπεὶ λύρα περιεφέρετο τοῖς δειπνοῦσιν, ὡς ἀπαρχομένων παιδιᾷ μουσικῇ τοῦ εἰς Ἱέρωνα ὕμνου.

[*]()a. ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα: παρόσον οἱ ὑπὸ τὸν Παρνασσὸν οἰκοῦντες Δωριεῖς πρῶτοι λέγονται τὸ ὄργανον ἐσκευακέναι.

b. οἱ δὲ παρὰ τὸ δῶρον ἀκούουσιν, ὅτι δὴ τὴν λύραν Ἑρμῆς ἀντὶ τῆς τῶν βοῶν κλοπῆς Ἀπόλλωνι παρέσχεν.

c. οἱ δὲ ὅτι Δωρικῇ ἁρμονίᾳ ἥρμοστο τῷ Πινδάρῳ ἡ λύρα. ἁρμονίαι δὲ πλείονες· Δώριος, Φρύγιος, Λύδιος.