Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. σκᾶπτον τὸ σκῆπτρον. ἔκθλιψις, ἧς ἐν αἰτίᾳ [*]() παρέμπτωσις.
b. σκᾶπτον ἐν πολυμάλῳ: κατὰ Δωριέας τὸ σκῆπτρον, [*]() ἀποβολῇ τοῦ -ρ- γενόμενον. | φησὶ δὲ τὴν βασιλείαν. [*]() περιπέφρασται δὲ ὁ λόγος. βούλεται γὰρ εἰπεῖν· ὃς μετὰ
1.24
[*]() δικαιοσύνης | βασιλεύει τὴς εὐδαίμονος Σικελίας. ἡ γὰρ πολύμηλος ἀπὸ μέρους εὐδαίμων νοοῖτο ἄν.[*]()[*]()c. τουτέστι πλουσίᾳ.
[*]()d.πολυμάλῳ: ἤτοι πολυθρεμμάτῳ· ἢ ἀπὸ τοῦ καρποῦ τῶν μήλων· ἐκεῖ γὰρ περισσῶς λέγεται φυῆναι. ἢ πολυκάρπῳ. καὶ Ὅμηρος (Ι 542)· καὶ αὐτοῖσ᾿ ἄνθεσι μήλων.