Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. τὸ δ᾿ αἰεὶ παράμερον ἐσλόν: οἱ ἄνθρωποι [*]() τῶν ἔμπροσθεν πεπραγμένων ἀγαθῶν οὐκ εἰώθασι μεμνῆσθαι, ἀλλὰ τὸ παρ᾿ ἡμέραν ἢ καλὸν ἢ κακὸν σκοποῦσιν·
b. ἄλλως· τὸ διὰ τῶν ἄθλων παραγινόμενον ἀγαθὸν παρ᾿ ἐκείνην τὴν ἡμέραν τὴν ἐνεστῶσαν, ἐν ᾗ τις ἐνίκησεν, ὕπατον δοκεῖ καὶ μέγιστον ἀγαθὸν τῷ τετυχηκότι.
c. ἢ οὕτω· τὸ παρ᾿ ἡμέραν γινόμενον·[*]() τὰ γὰρ ἐνεστῶτα τῶν μελλόντων προκρίνεται.
d. ἄλλως· τὸ δὲ καθ᾿ ἡμέραν καὶ ἀδιαλείπτως παρὸν τοῖς ἀνθρώποις ἀγαθὸν, τοῦτο ἔξοχον καὶ ὑπεράνθρωπον γίνεται [*]() ἀγαθόν.
e. ἢ οὕτω· τὸ δὲ παρὰ τὴν τοῦ στεφάνου ἡμέραν ἀγαθὸν ὕπατον γίνεται παντὶ ἀνθρώπῳ. ἡ δὲ ἡμέρα [*]() καθ᾿ ἥν τις στέφεται τιμιωτάτη ἐστίν.
f. ἄλλως· ἐάν τις πρότερον εὐτυχῇ ἐν τῷ ἄλλῳ βίῳ καὶ πάλιν εὐτυχήσας νικήσῃ, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν ᾗ ἐνίκησεν ἐπιλέλησται τῶν [*]() προτέρων εὐτυχημάτων.
g. ἄλλως· τὸ γὰρ κατὰ προαίρεσιν συμβαῖνον ἀγαθὸν ὕπατον καὶ μέγιστον γίνεται παντὶ ἀνθρώπῳ· ὥσπερ καὶ ὁ Ἱέρων ἐπιθυμήσας νίκης ἐνίκησε καὶ ἐγένετο αὐτῷ τοῦτο τὸ παρ᾿ ἡμέραν ἀγαθὸν κατὰ προαίρεσιν τελεσθὲν ὕπατον καὶ μέγιστον.