Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Χυλῷ ἐνὶ κλώθοντι· τῷ ὡς νῆμα κλωθομένῳ χυλῷ τῆς μαλάχης μετ’ οἴνου κόρεσον τὸν κακηπελέοντα, ἤτοι τὸν κακῶς ἔχοντα ἡ πάσχοντα.

Κελεύει κονίαν ἀπὸ τῶν κλημάτων πλύναντα καλαμίνῳ καλάθω διυλίζειν, καὶ μεθ’ ὕδατος θερμάναντα διδόναι πίνειν· δοκεῖ

γὰρ ἡ κονία ἤγουν ἡ τέφρα ἤτοι στακτὴ ἀπορρύπτειν ἀπὸ τῶν σωμάτων πᾶν τὸ περιπλασσόμενον τοῦ ψιμμυθίου τοῖς σπλάγχνοις· ῥύμμα δὲ τὸ σμῆγμα, τὸ κάθισμα, τὸν ῥύπον· φησὶ δὲ πλύνεσθαι τὴν τέφραν τὴν κληματίνην καὶ διηθεῖσθαι ἐν τοῖς κόλποις τοῦ νεοπλεκοῦς καλάθου διὰ τὴν ἰλύν.

Σκλήρ’ ἀπὸ περσείης· γράφεται καὶ ξήρ’ ἀπὸ περσείης· ἐν τοῖς τῶν περσεῶν λέπεσιν· οἱ πολλοὶ ὀστέον καλοῦσιν· ἐστὶ δ’ ὅμοιον καρύῳ· Θεόφραστος οὖν ἐν τῷ τετάρτῳ τῶν φυτικῶν (II. P. IV, 2, § 5) κάρυον αὐτὸ προσηγόρευσε, κάρυα δὲ λέγονται ὅλα τὰ ξυλῶδες λέπος ἔχοντα. Περσείης δ′ εἶπε τὸ ἀρχαῖον ἀπὸ τοῦ Θεοδοσιακοῦ Νικάνδρου μεταγεγραμμένον.

Τῶν ἄλλων ἱστορούντων τὴν περσείαν καταφυτεῦσαι τὸν Περσέα ἐν Αἰγύπτῳ ὡς καὶ Καλλίμαχος·

καὶ τριτάτη Περσῆος ἐπώνυμος, ἧς ὀρόδαμνον Αἰγύπτῳ κατέπηξεν·
ὁ Νίκανδρός φησιν ἐν Μυκήναις καταφυτευθῆναι. Γονόεντα Μεδούσης· ἐπειδὴ ὁ αὐχὴν τῆς Μεδούσης Γοργόνος ἀποτμηθεὶς ἐγέννησε τὸν Χρυσάορα καὶ τὸν Πήγασον ἵππον, ὡς Ἡσίοδος (Θεογ. 280 et 281)· ἐκ γὰρ τοῦ αἵματος αὐτῆς οὗτοι ἐγένοντο.

Μύκης κυρίως τὸ ἄκρον τοῦ ξίφους, τὸ κατακλεῖον τὴν θήκην Ἂλλως· ἀπὸ τοῦ μύκητος τοῦ ξίφους φησὶ πεσόντος ὠνομάσθαι τὰς Μυκήνας, τινὲς δ’ ἀφ’ ἡρωίδος Νύμφης, ἧς μέμνηται καὶ Ὅμηρος (Od. β 120)·

Τυρώ τ’ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη·
Λάγγεια δὲ κρήνη τοῦ Ἄργους. Διὸς παιδὶ τῷ Περσεῖ· ζητῶν δὲ τὴν λαβὴν τοῦ ξίφους περιέτυχε τῇ πηγῇ.

Ἀκοσταῖς, πεφρυγμέναις κριθαῖς, βούλεται δὲ τὴν ἐκ κριθῆς πτισάνην λέγειν· ἀκοσταῖς οὐν ταῖς κριθαῖς παρὰ τὸ ἄκος ποιεῖν τοῖς νοσοῦσι πινομέναις, ὅθεν καὶ τὸ ἀκοστήσας, οἷον κριθιάσας, ἡ ἴαμα τῆς στάσεως εὑρών.

Γερραίης δὲ τῆς Ἀραβικῆς· Γέρρα γὰρ πόλις τῆς Ἀραβίας. Λιβάνοιο χύσιν, ἐπεὶ περίκειται τοῖς κλάδοις τὸ δάκρυον τῆς λιβάνου.

Καρύης δ’ οἱ μὲν τῆς καθ’ ἡμᾶς λεγομένης, οἱ δ’ ἄλλου τινὸς δένδρου ξυλολεπῆ φέροντος καρπόν· κάρυον δ’ ὁμωνύμως λέγεται καὶ τὸ δένδρον καὶ ὁ καρπὸς, ὥσπερ ἐλαία τό τε κότινον καὶ τὸ ἐσθιόμενον.

Πτελέης· ἀπὸ κοινοῦ τὸ δάκρυον· ὀσχοφόροι δὲ λέγονται Ἀθήνησι παῖδες ἀμφιθαλεῖς ἁμιλλώμενοι κατὰ φυλὰς, οἳ λαμβάνοντες κλήματα ἀμπέλου ἐκ τοῦ ἱεροῦ τοῦ Διονύσου ἔτρεχον εἰς τὸ τῆς Σκιράδος Ἀθηνᾶς ἱερὸν, νῦν δ’ ὁ Νίκανδρος ὄσχας λέγει τὰ τῆς πτελέας κλήματα. Ὂσχαι κυρίως οἱ κλάδοι τῆς ἀμπέλου, νῦν δὲ καταχρηστικῶς καὶ ἐπὶ τῆς πτελέας εἶπε τοὺς κλάδους ὄσχας. Κόμμι δὲ τὸ κομμίδιον· οὕτω γάρ ἐστιν ἡ σύστασις αὐτοῦ, ὡς κόμμεως.

Ὁ νοῦς οὗτος· ὅπως φησὶ τὰ μὲν ἐμέσῃ, τὰ δὲ πέψη, ἐκλυθεὶς

ἐν ἑψητοῖς ὕδασι, τουτέστι λουτροῖς· ὅτε γὰρ ὑγρανεῖ τὸ σῶμα ὁ ἱδρὼς, τουτέστι μετὰ τὸ ἱδρῶσαι αὐτὸν εἰς τὸ προμάλακτον, ἵνα εὐθέως ἐμβαίνῃ εἰς τὴν ἔμβασιν, καὶ χρονίσῃ, μέχρις ὅτου ἐκλυθῇ καὶ διαπέψῃ.

Κανθαρίδος· κανθαρίδες εἰσὶ τὰ κοπροφόρα καὶ σιτοφθόρα ζῶα οἱ λεγόμενοι κάνθαροι, ὧν ἡ μὲν ὀσμὴ ὁμοία ἐστὶ πίσσῃ χυτῇ, ὅ ἐστι τῷ ὑγροπίσσῳ, ἡ δὲ γεῦσις κεδρίσιν· μηδαμῶς οὖν φησιν ἐκεῖνο τὸ ποτὸν δέξαιο· τὰ ψήγματα δὲ τῆς κέδρου κεδρία λέγει κάρφη.

Ἀντὶ τοῦ ποτὲ μὲν δηγμὸν ποιοῦσιν ἐπὶ τῷ διύγρῳ ποτῷ ποθέντι τῷ χείλει, ποτὲ δὲ περὶ τὰ νείατα καὶ ἔσχατα τῆς γαστρὸς, τουτέστι περὶ τὸ στόμα αὐτῆς, ἤγουν περὶ τὸν στόμαχον· οἱ μὲν οὖν στόμαχον, ἄλλοι δὲ πύλην, ἄλλοι δὲ δοχεῖον βρωμάτων τὴν γαστέρα ὀνομάζουσιν· ἐκ δὲ τοῦ στόμια κατὰ συγκοπὴν γίνεται στόμα, ὡς μηρία μηρά.