Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Καί τε βοός· καὶ μοσχαρίου κρέατα ἑψήσας περισφριγῶντος καὶ περιπλήθοντος τῷ λίπει πλήρωσον τὸ ποτὸν τοῦ ζωμοῦ· καθ’ ὑπερβολὴν γὰρ ὁ τοιοῦτος ζωμὸς ὠφελεῖ.
Βλασάμοιο· βαλσάμου φησὶ τὸν ὀπὸν δεῖ πίνειν μετὰ γάλακτος γυναικείου ἢ μεθ’ ὕδατος.
Θηλυτέρης πώλοιο· πρωτοτόκου γυναικός οὐ γὰρ ἵππου πάντως φησίν· ὅτι δὲ χρήσιμον τὸ γυναικεῖον γάλα, καὶ Ἑρασίστρατος μαρτυρεῖ ἐν τῷ περὶ θανασίμων. Τὸ δ’ ἑξῆς· ἐν ταῖς σταγόσι τοῦ βαλσάμου ποτὸν χέας γάλακτος θηλυτέρας πώλου, ἤτοι τῆς ἀνθρώπου.
Χεύῃ· προεμέσῃ, πιὼν τούτων ἑκάτερον, προσφερόμενον χρησίμως οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τὸ ἐμέσαι. Παναεργέα δ ἀργὸν, ἀνέψητον, ἀδιέργαστον, ἀδιάπεπτον.
Δερκευνέος δὲ τοῦ ὁρῶντος ἐν τῷ κοιμᾶσθαι· τοῦ δερκευνέος φησὶ σκίνακος, ὅ ἐστι τοῦ σκιρτητικοῦ λαγωοῦ, τοῦ ἐν τῷ κοιμᾶσθαι βλέποντος, καθάπερ ὁ λέων καὶ ὁ ὄφις.
Ἄλλοτε καὶ μορέης· καὶ συκαμίνου προστάσσει τὰς ῥίζας λαμβάνειν καὶ ἐν ὅλμῳ ξυλίνῳ κόπτειν ὁμοῦ, καὶ ἕψειν μετ’ οἴνου καὶ διδόναι πιεῖν μετὰ μέλιτος· λέγει δ’ οὐχ ἀπλῶς τὰς ῥίζας τῆς συκαμίνου. ἀλλὰ τὸν φλοιὸν τῆς ῥίζης.
Τοῦ ψιμμυθίου φαρμάκου ἢ χροιὰ λιπαρῷ γάλακτι ἔοικεν ἀμελχθέντι νεωστὶ ἐν κισσυβίῳ καὶ ἔτι ἀφρίζοντι.
Πελλίσι δὲ σκαφίσι, ποιμενικοῖς ἀγγείοις, ἐν οἷς τὸ γάλα ἀμέλγεται. Ὅμηρος (Il. π 642)
περιγλαγέας κατὰ πέλλας.Γρώνῃσι δὲ κοίλαις καὶ βαθείαις καὶ δεκτικαῖς.