Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Ἢ ὅθ’ ὑπὸ ζοφέης νυκτός· ἢ ὅθ’ ὑπὸ τῆς ζοφώδους νυκτὸς κεκαλυμμένος τὰς αὐγὰς, ἤγουν τοὺς ὀφθαλμοὺς, τὰ χείλη αὐτοῦ πρὸς τὰ χείλη τῆς ὑδρίας πιέσας καὶ κατακλίνας ἑαυτὸν ἀφραδέως τὸ ποτὸν ἴσχει.

Τὰς μέν· μετέβη ἀπὸ τοῦ ἑνικοῦ εἰς τὸ πληθυντικόν· ταύτας δὲ τὰς βδέλλας φησὶν ὅπου ἂν ὁ ῥοῦς ὤσῃ καὶ τὰ ἑξῆς.

Ἀμελγόμεναι δ’ ἀντὶ τοῦ πιεζόμεναι ἤτοι πιέζουσαι.

Πύλῃσιν· τουτέστι τοῦ πνεύμονος ταῖς πύλαις ἢ τῇ ἀρχῆ τοῦ λαιμοῦ, ἤτοι τῷ φάρυγγι, ἢ τοῦ ἥπατος, ἢ τοῦ στομάχου.

Πέριξ δ’ ἐπενήνοθε γαστρὸς ἀντὶ τοῦ ὁτὲ τῷ στόματι τῆς κοιλίας ἐπίκειται λαμβάνουσα τὴν προσφάτως ἐπενεχθεῖσαν τροφὴν, τὸ δ’ ἐπενήνοθεν ἀντὶ τοῦ ἐπίκειται, πάλιν δ′ ἀνέδραμεν ἀπὸ τοῦ πληθυντικοῦ ἐπὶ τὸ ἑνικόν.

Νέην δ’ ἐπενείματο δαῖτα, ἤτοι ἣν ἄρτι ἔφαγε, διεμερίσθη καὶ ἐπεβοσκήθη.

Τῷ σὺ, ἤτοι τῷ καταπίνοντι τὴν βδέλλαν νείμειας ὅ ἐστι δοίης συνημμένην τῷ ὄξει ψυχρὰν πόσιν.

Χιονόεσσαν γὰρ τουτέστιν ὑπὸ χιόνος παγεῖσαν.