Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Τοῦ θαλασσίου λαγωοῦ, ὅς ἐστιν εἶδος ἰχθύος, καὶ Ἱππῶναξ μνημονεύει· τὴν μὲν ἀσθένειαν ἀφρῷ παραπλήσιος, τὴν δ’ ἐπιφάνειαν μέλας, θανάσιμος δὲ βροθεὶς, οὗ ἡ μὲν ὀσμὴ ταῖς τῶν ἰχθύων λεπίσι καὶ τῷ ἀποπλύματι αὐτῶν ἔοικεν, ἡ δὲ γεῦσις ἰχθύων σεσηπότων γεύσει ὁμοία ἐστίν. Κακοφθορέος δὲ κακῶς φθείροντος.

Ἤγουν τῆς πολυψήφου θαλάσσης· στεῖαι γὰρ αἱ ψῆφοι τῆς θαλάσσης.

Νεπόδων δ’ ἰχθύων. Καὶ σαπρυνθέντων ἀντὶ τοῦ σαπρωθέντων.

Λοπὶς αὐξίδα· ἢ ὅταν ἡ λοπὶς τὴν ὅλην αὐξίδα μολύνῃ, ἐξ οὗ δηλοῖ τὸ φθείρει· αὐξὶς εἶδος ἰχθύος ὅμοιον θύννῳ. Αὐξίδα χραίνῃ, τουτέστι τὸ σῶμα ἀφανίζῃ, αὐξὶς δὲ τὸ σῶμα· μετὰ γὰρ τὸ ἀγρευθῆναι οἷον δή τινα ἰχθὺν, εἰ μένοι ἐπ’ αὐτῷ τὸ λέπος αὐτοῦ, ἀφανίζει αὐτὸν καὶ ὄζειν ποιεῖ.

Ὁ λαγωὸς νεωστὶ γεννηθεὶς ὅμοιός ἐστι ταῖς θριξὶν ἤγουν κατὰ τὰς τρίχας τῆς τευθίδος.

Τεύθου, τουτέστι τοῦ ἄρρενος. Ὑπ’ ὀστλίγεσσιν, ἐπειδὴ γληνώδης ὑπάρχει, οστλιγγας δὲ λέγει τοὺς βοστρύχους, ὅ ἐστι τὰς κόμας

τῶν τευθίδων καὶ σηπιῶν, ἐν αἷς ἄρτι γεννώμενοι οἱ θαλάσσιοι λαγωοὶ διατρίβουσιν.

Χολῄ· τῷ μέλανι. Ἀγρώστορος· ἐπειδὰν γὰρ ἴδῃ τὸν ἁλιέα, ἐκβάλλει τὸ μέλαν εἰς τὴν θάλασσαν, ἵνα ἀθεώρητος ᾖ· τοῖς δὲ πίνουσιν ἀκολουθεῖ σκότωσις χολώδης, ἰκτεριώδης· τοῦτο γάρ φησιν.

Τῶν ἤτοι ζοφόεις, τουτέστι τῶν φαγόντων τὸν λαγωόν.