Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Διὰ ῥέθος ἔγρεο· κατὰ τὸ πρόσωπον τύπτων καὶ πλήσσων ἔγειρε.
Παλάσσων ἀντὶ τοῦ κοιμώμενον κινῶν καὶ σείων ἀνάστησον, ὅπως κεφαλαλγῶν τὸν ὀλέθριον ὕπνον ἀποβάλλῃ, καὶ τὸν κακὸν πόνον ἐξεμέσῃ βοηθούμενος.
Κῶμα· τὴν μεταξὺ ὕπνου καὶ ἐγρηγόρσεως καταφορὰν κῶμα καλοῦσιν, ὅθεν καὶ κωμάζειν τὸ ἐπιφοιτᾷν τοῖς κοιμωμένοις.
Τὸ δὲ τῆμος ἐξερύγῃσιν ἀντὶ τοῦ τηνικαῦτα ἐξεμέσῃ ἀποοβῶν τὸ κακὸν ἄλγος.
Ἀλλὰ καὶ σπεῖρα ἤγουν ῥάκη βρέχων ἐν οἰνελαίῳ τρίβε καὶ ἀναθέρμαινε.
Ἐν πυέλῳ· κελεύει δ’ αὐτὸν ἐν πυέλῳ ἤγουν ἐν σκάφῃ θερμοῦ ὕδατος καθεῖναι καὶ καταντλᾷν τῷ θερμῷ, ἵνα τὸ συντεθραμμένον δέρμα διαλυθῇ. Ἐμβάπτεο σάρκα, τὴν σάρκα αὐτοῦ τοῦ πάσχοντος δηλονότι, ἄγε ἐκεῖνον αὐτόν.
Κυρίως δ’ ἐπαιονᾶσθαί ἐστι τὸ ἐπ’ ἠιόνος λούεσθαι, νῦν δὲ τὸ ἐπὶ τινθαλέοις ἤγουν θερμοῖς λοετροῖς θερμαίνεσθαι.
Αἷμα δ’ ἀναλυόμενος ἀντὶ τοῦ τὸ θρομβῶσαν αἷμα τοῦ παθόντος διὰ την ἐκ τοῦ δηλητηρίου ψύξιν ἀναλύων τῇ θέρμῃ τῶν λοετρῶν. Ἐσκληκότα ῥινὸν τὸ κατεσκληκὸς δέρμα φησίν.
Τοῦ θαλασσίου λαγωοῦ, ὅς ἐστιν εἶδος ἰχθύος, καὶ Ἱππῶναξ μνημονεύει· τὴν μὲν ἀσθένειαν ἀφρῷ παραπλήσιος, τὴν δ’ ἐπιφάνειαν μέλας, θανάσιμος δὲ βροθεὶς, οὗ ἡ μὲν ὀσμὴ ταῖς τῶν ἰχθύων λεπίσι καὶ τῷ ἀποπλύματι αὐτῶν ἔοικεν, ἡ δὲ γεῦσις ἰχθύων σεσηπότων γεύσει ὁμοία ἐστίν. Κακοφθορέος δὲ κακῶς φθείροντος.
Ἤγουν τῆς πολυψήφου θαλάσσης· στεῖαι γὰρ αἱ ψῆφοι τῆς θαλάσσης.
Νεπόδων δ’ ἰχθύων. Καὶ σαπρυνθέντων ἀντὶ τοῦ σαπρωθέντων.
Λοπὶς αὐξίδα· ἢ ὅταν ἡ λοπὶς τὴν ὅλην αὐξίδα μολύνῃ, ἐξ οὗ δηλοῖ τὸ φθείρει· αὐξὶς εἶδος ἰχθύος ὅμοιον θύννῳ. Αὐξίδα χραίνῃ, τουτέστι τὸ σῶμα ἀφανίζῃ, αὐξὶς δὲ τὸ σῶμα· μετὰ γὰρ τὸ ἀγρευθῆναι οἷον δή τινα ἰχθὺν, εἰ μένοι ἐπ’ αὐτῷ τὸ λέπος αὐτοῦ, ἀφανίζει αὐτὸν καὶ ὄζειν ποιεῖ.