Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Ὅτε νέκταρ κιρρόν· ὅτ’ οἶνον πυρρὸν ἐν τρυβλίῳ μετρηδὸν ἀντὶ τοῦ μετρήσας ἀφύσσῃς.

Θάμνου δ’ ἤτοι τοῦ θαμνώδους ἢ τοῦ θαμνώδη φύλλα ἔχοντος· καυλέα δὲ κλῶνας.

Χλοεροῦ πρασίοιο· τρία γένη εἰσὶ τοῦ πρασίου, δηλοῖ δὲ, τὸ ποῖον βούλεται λέγειν· φησὶν οὖν τὸ μελίφυλλον, ἐστὶ δὲ τοῦτο πικρὸν, οὗ τὰ φύλλα σὺν οἲνῳ ἔψησον, πληρώσας τὴν χεῖρα· ἡ ἀβροτόνου, καὶ ποτήριον πληρώσας δὸς πιεῖν.

Ἀειθαλέος δ’ ὅτι ἀεὶ χλωρά ἐστιν ἡ χαμελαία καλουμένη βοτάνη· τοῦ δὲ πηγανίου εἴδη εἰσὶ δύο, ἄδηλον δὲ, ποῖον λέγει· ὅμως δὲ καὶ αὐτὸ ληφθὲν εἰς ἥμισυ βάθος χειρὸς πλήρωμα καὶ μετ’ οἴνου ἑψηθὲν ἢ μέλιτος καὶ τεσσάρων ποτηρίων ἤτοι κοτυλῶν ποθὲν ὠφελεῖ.

Αἰθαλόεντα μύδρον· πεπυρακτωμένον σίδηρον, ἤτοι κεκαυμένον ἐναποσβεννύς φησιν εἰς ὕδω πῖνε. Τρύγα δὲ τὴν σκωρίαν λέγει. Πᾶν δ’ ὑγρὸν βάμμα καλεῖται, σημείωσαι, ὅτι μόνον βάμμα τὸ

ὂξος· εἰ δὲ μετά τινος, δηλοῖ ᾧ μέμικται. Τὴν σκωρίαν τοῦ σιδήρου τρύγα φησὶν, ἥν ἐν τῷ καμίνῳ ἡ τοῦ πυρὸς φλὸξ ἐχώρισεν ἀπὸ τοῦ σιδήρου. Χοάνοιο διχῆ· τὸ μὲν γὰρ τοῦ χωνευομένου καθαρόν ἐστι, τὸ δ’ ἀκάθαρτον· διὸ καὶ διχῆ εἶπεν· καὶ ταύτην δὲ σβέσας ἐν μέλιτι. πότισον τὸ ἀπόβαμμα αὐτῆς τὸν κάμνοντα, καὶ χρυσοῦ δ’ ἢ ἀργύρου τὸ βάμμα τοῦ ἐληλασμένου καὶ ζέοντος. Τήν τε καμίνων· ἥντινα ἔντοσθεν τῶν καμίνων τοῦ χωνευτηρίου διχῆ ἢλασεν ἡ τοῦ πυρὸς λιγνύς. Ἄλλοτε δὲ χρυσοῖο· καὶ ἀπόβαμμα δὲ χρυσοῦ ἢ ἀργύρου πινόμενον ὠφελεῖ, λιγνὺς δ’ ἐστὶ κυρίως τὸ καπνῶδες τοῦ πυρὸς, νῦν δ’ αὐτὴ ἡ φλόξ

Θρίων· θρῖα δ’ ἰδίως μὲν τὰ φύλλα τῆς συκῆς, ὥσπερ οἵναρα τὰ τῆς ἀμπέλου, νῦν δὲ τὰ τῆς χαμαιπίτυός φησιν, ἢ καὶ ονόγυρος καὶ σιδηρῖτις λέγεται καὶ ἰωνιὰ ἀγρία. Ὀνίτιδα λέγει τὸ ὀρίγανον, δύο δὲ γένη ὀριγάνων, ᾦ ἡμεῖς χρώμεθα, ὁ καὶ ἥμερον λέγεται, καὶ ὅ οἱ ὄνοι σιτοῦνται, ὅ καὶ παρείληφεν, ὅ καὶ ὀνῖτις λέγεται, ἧς λαμβάνειν κελεύει τὰ φύλλα εἰς ἥμισυ πληροῦντα τὸ βάθος τῆς χειρὸς, ἢ τοῦ πολυκνήμου, ἢ τῆς χαμαιπίτυος, καὶ μετὰ τεσσάρων κοτυλῶν οἴνου ποτίζειν.

Ῥάδιξ ἡ ῥάβδος· πολύκνημον δ’ ἐστὶν οὕτω τι βοτάνιον παρὰ τοῖς ῥιζοτομικοῖς λεγόμενον, δύο δ’ αὐτοῦ διαφορὰς εἶναί φασιν οἱ τὰ ῥιζοτομικὰ γράψαντες.

Μυελόεντα· τὴν ἐκ τῆς ἑψήσεως σύντηξιν τῶν ὀρνιθείων σαρκῶν, ἢ τὸν ὡς μυελὸν γενόμενον ἐκ τῆς ἑψήσεως· κελεύει δὲ τὴν κατοικίδα ὄρνιν ἕψεσθαι, ἕως ἂν τακῇ αὐτῆς τὰ κρέα καὶ γένηται ὡς χυλὸς, καὶ τότε προσφέρεσθαι τὸν ζωμόν.

Καί τε βοός· καὶ μοσχαρίου κρέατα ἑψήσας περισφριγῶντος καὶ περιπλήθοντος τῷ λίπει πλήρωσον τὸ ποτὸν τοῦ ζωμοῦ· καθ’ ὑπερβολὴν γὰρ ὁ τοιοῦτος ζωμὸς ὠφελεῖ.

Βλασάμοιο· βαλσάμου φησὶ τὸν ὀπὸν δεῖ πίνειν μετὰ γάλακτος γυναικείου ἢ μεθ’ ὕδατος.

Θηλυτέρης πώλοιο· πρωτοτόκου γυναικός οὐ γὰρ ἵππου πάντως φησίν· ὅτι δὲ χρήσιμον τὸ γυναικεῖον γάλα, καὶ Ἑρασίστρατος μαρτυρεῖ ἐν τῷ περὶ θανασίμων. Τὸ δ’ ἑξῆς· ἐν ταῖς σταγόσι τοῦ βαλσάμου ποτὸν χέας γάλακτος θηλυτέρας πώλου, ἤτοι τῆς ἀνθρώπου.

Χεύῃ· προεμέσῃ, πιὼν τούτων ἑκάτερον, προσφερόμενον χρησίμως οὐχ ἁπλῶς, ἀλλὰ μετὰ τὸ ἐμέσαι. Παναεργέα δ ἀργὸν, ἀνέψητον, ἀδιέργαστον, ἀδιάπεπτον.