Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Ἔλαιόν φησι θερμὸν λαβὼν βιάζου ἐμεῖν, ἐντιθεὶς τὰς χεῖρας ἢ πτερὸν ἢ ἀπὸ τῶν παπύρων τὸν πρὸς ἔμετον ἐπιτήδειον, τῶν κακῶν φησι τοῦ φάρυγγος ἑλκυστῆρα Ἀνακεφαλαίωσις τῆς θεραπείας τῆς βουπρήστιδος· ἀπὸ συκῆς ξηρῶν σύκων τετριμμένων μετ’ οἴνου πόσις, ἢ μελιζώρου ἱκανὴ πόσις, ἢ γάλακτος καὶ φοινίκων καρποῦ μεμιγμένη πόσις, ἢ ψυκτῆς ἀχράδος ἢ ἄλλων ἀπίων μετ’ οἴνου, ἢ ἵνα θηλάζῃ μαστὸν γυναικὸς ὡς παιδίον, ἢ θερμοῦ ἐλαίου εἰς κόρον πόσις, δεῖ δ’ ἐφ’ ἑκάστῃ πόσει τοὺς δακτύλους χαλᾷν, ἢ πάπυρον, ἢ πτερὰ ἐμβάλλεν εἰς τὸ στόμα καὶ ἀναγκάζειν ἐμεῖν, ὅπως τάχιστα τῆς νόσον ἀπαλαγῇ.
Ἐὰν δὲ θρομβωθῇ, τουτέστι τυρωθῇ τὸ νεαλὲς γάλα, ἤγουν τὸ νεωστὶ ποθὲν, πνιγμὸς ἐπακολουθεῖ εἰς ἓν ἀθροιζομένου τοῦ πόματος ἤγουν τοῦ γάλακτος.
Τρισσὰς δὲ πόσιας ἀντὶ τοῦ τρεῖς μοίρας, μέσας μὲν ὄξεος, δοιὰς δὲ γλυκέος τουτέστι τὰς δύο μοίρας γλυκέος καὶ τὴν μέσην τούτων, τουτέστι τὴν μίαν ὄξους.
Ἀλλὰ καὶ τοῦ ἐκ τῆς Λιβύης σιλφίου τὰς ῥίζας. Ποτῷ ἐγκνήθεο, τουτέστιν ἔντριβε.
Ὀποῦ· τοῦ Κυρηναϊκοῦ λέγει. Ἰστέον, ὅτι οὗτος ὁ ὀπὸς συνεστηκώς ἐστι καὶ πεπηγὼς, ὥσπερ τὸ κομμίδιον ἢ ὁ λίβανος ἢ ἡ μαστίχη ἢ εἴ τι τοιοῦτον· διὰ τοῦτο οὖν εἶπε τήξας, οἱονεὶ ἀναλύσας. Ἐνὶ βάμματι ἀντὶ τοῦ ἐν ὄξει διαλύσας· ὁ γὰρ Κυρηναϊκὸς ὀπὸς διαλύει τὴν φαρμακείαν· καὶ γὰρ ἐὰν πεπηγότι γάλακτι ἐπιχέῃ αὐτόν τις, διαλυθήσεται· ἔστι δὲ καὶ τὸ νίτρον διαλυτικὸν τοῦ γάλακτος.
Κονίλην, ἤτοι κονίαν, ἢ θύμου καρπὸν, ἢ τῆς εὐκνήμου βότρυν, ὅπερ κόριον καλοῦσι, μετ’ οἴνου.
Ἄλλοτ’ ἀμύνει· ἄλλοτε δ’ ἀμύνει καὶ βότρυς εὐκνήμου, ὡσανεὶ τῆς καλὰς κνήμας ἐχούσης ἀμπέλου, κνήμας δὲ τὰ μεταξὺ τῶν κονδύλων ἢ τῶν κάμψεων λέγει, τοῦ βότρυος βρεχθέντος ἐν οἴνῳ· ἢ εὔκνημος εἶδος βοτάνης
Τοῦτο ἄξιον θαύματος, πῶς διαχεῖ ἡ πυτία τὸ συνεστηκὸς ἐν τῇ κοιλίᾳ γάλα, ἀλλ’ οὖν ἄλλο ἐπισυνίστησιν.
Καὶ τὸ μελισσόφυλλον δέ φησιν δίδου σὺν ὄξει· ἢ μελίσσης ποτὸν ἔφη τὸ μέλι.
Στυφόεν δὲ ποτὸν τὴν ἡδύοσμον ἔφη κατ’ εὐφημισμόν. Μίνθη Ἅιδου παλλακὴ οὕτω καλουμένη, ἣν διεσπάραξεν ἡ Περσεφόνη, ἐφ’ ᾗ τὴν ὁμώνυμον πόαν ἀνέδωκεν ὁ Ἅιδης.
Τὸ δορύκνιον, ὃ καὶ μελισσόφυλλον καλεῖται, ἀγρία βοτάνη ἐστίν· αὕτη κοπτομένη ὀπὸν ἀποστάζει ὅμοιον γάλακτι τὴν θέαν καὶ τὴν γεῦσιν καὶ τὴν ὀσμὴν, ὅθεν καὶ δυσδιάκριτόν ἐστι τῷ πίνοντι, πότερον γάλα ἐστὶν, ἢ οὔ. Δημοφῶν δ’ ἐτυμολογῶν φησιν οὕτω κεκλῆσθαι διὰ τὸ δόρατι αὐτὸν ἴσον εἶναι κατὰ τὴν ἀναίρεσιν, Λυσίμαχος δ’ ὁ Ἱπποκράτειος διὰ τὸ ξύλον εἶναι κνίφης παρασκευαστικὸν τοῖς προςενεγκαμένοις.
Ὠπὴ δ’ ἡ πρόσοψις, ἡ θέα, τὸ εἶδος. Καὶ ἡ βρῶσις περὶ τοῖς στόμασιν ἀπεικάζεται γάλακτι.