Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Ἡ βούπρηστις ἐγχρωτάζουσα εἰς τὰ χαλινὰ λίτρῳ ὁμοίαν ἔχει τὴν γεῦσιν. Νίτρῳ τὴν χροιὰν παραπλησίαν γίνεσθαί φησι κατὰ τοὺς χαλινοὺς τῶν πινόντων, εἰ μὴ ἄρα νιτρώδεις φησὶν αὐτοὺς ἔχειν προφορὰς κατὰ τὴν ἀντίληψιν, περὶ δὲ τὴν κοιλίαν πόνοι καὶ οὔρων περικράτησις, καὶ ἡ κύστις ῥοχθεῖ, ὅ ἐστι ψοφεῖ, τοῖς δ’ ὑδρωπικοῖς παραπλησίως ὀγκοῦται, τοῦ δέρματος αὐτῶν παράτασιν λαμβάνοντος,
ὡς καὶ τῶν βοῶν, ὅταν φάγωσι τὰ καυλεῖα, τουτέστι τὰς βοτάνας, ἐν αἷς τὰ θηρία.Ὑπερβατόν· ἐν τοῖς στόμασι τῆς γαστρὸς τὰ ἄλγη περιπολεύοντα ὄρωρεν.
Διαπίμπραται, φυσᾶται, ὡς ὑφ’ ὕδρωπος· τρία δὲ γένη ὑδρώπων, ὧν ὁ εἷς τυμπανόεις λέγεται.
Ἀφυσγετὸς δὲ καλεῖται κυρίως μὲν ὁ ἐκ τῶν ποταμῶν γινόμενος συρφετὸς, ἤτοι ἡ ἀθροιζομένη χορτώδης ὕλη, νῦν δ’ εἴρηκε διὰ τὸ πᾶσαν ἀκαθαρσίαν τοῦ σώματος εἰς τὴν γαστέρα συνερρυηκέναι.
Ὁππότε θῆρα· τουτέστιν οτε δατέονται καὶ μερίζονται τὸν τῶν θηρῶν τόπον βοσκόμενοι. (Ἀντὶ τοῦ εἰπεῖν ἐνταῦθα τὸν ἐξηγητὴν· δατέονται καὶ μερίζονται τὸν θῆρα, ἤτοι μᾶλλον κατατρώγουσι, τὰ γὰρ μασώμενα καὶ κατατρωγόμενα μερίζονται, ἔφη κακῶς· αἱ δαμάλεις καὶ οἱ μόσχοι νομαζόμενοι καὶ βοσκόμενοι τὸν τόπον τῶν θηρῶν) Ἄλλως· γράφεται πίμπραται ἐσχατιῇσιν ὅταν καυλεῖα φάγωσιν· ὅταν φησὶν ἐν ταῖς ἐσχατιαῖς περὶ τὰ πρόποδα τῶν ὀρῶν τὰ καυλεῖα αὐτῆς, τουτέστι τῆς βουπρήστιδος, φάγωσιν.
Τῷ καὶ εὐκραδέης· διχῶς ἡ γραφὴ καὶ ἡ ἐξήγησις· μία μὲν οὕτως· τῷ καὶ εὐκραδέης τριπετῆ ἐν νέκταρι μίξαις, καὶ τὰ ἑξῆς, ἵνα συνταχθῇ οὕτως· διὰ τοῦτο καὶ τῆς καλῆς κράδης τὴν τριπετῆ τῶν σύκων πόσιν τὴν ἱκανῶς ξηρανθεῖσαν καὶ ὀμφαλόεσσαν ἐν νέκταρι μίξαις· τριπετῆ οὖν, οἱονεὶ τριπέτηλον, τὴν ἐκ σύκων σχιζομένων εἰς τρία πέτηλα· τὰ γὰρ σῦκα ξηραινόμενα εἰς τρία σχίζονται· ἡ ὅτι τὰ φύλλα τῆς συκῆς εἰς τρία ἔσχισται. Ὀμφαλόεσσαν δ’ ἢ τὴν τῷ ὀμφαλῷ προσιζάνονσαν, ἢ τὴν ἐκ σύκων τῶν ὀμφαλοὺς ἐχόντων· τὰ γὰρ σῦκα κάτω τρύπας ἔχουσι δίκην ὀμφαλοῦ, δι’ ὧν τρυπῶν ὁ ὀπὸς αὐτῶν ῥεῖ. Γράφεται καὶ τριετεῖ ἐν νέκταρι, ἵν’ ἢ· τῆς καλῆς κράδης τὴν ἐκ τῶν σύκων αὐανθεῖσαν ἅλις πόσιν τὴν ὀμφαλόεσσαν ἐν τριετεῖ νέκταρι μίξαις. Ἀλλως· αὐανθεῖσαν τὴν ἀπὸ ξηρῶν σύκων, τριπετῆ δὲ τρίσχιστον, ὅτι τὰ φύλλα τῆς συκῆς εἰς τρία ἔσχισται. Τοῖς δὲ γράφεται καὶ εὐκραδέος· κελεύει οὖν ξηρὰ σῦκα μετ’ οἴνου ἑψήσαντα διδόναι πιεῖν. Ἢ ὀμφαλόεσσαν τὴν τροφόεσσαν παρὰ τὸν ὀμφαλόν· βρῶσις γὰρ ὀμφαλὸς, ἐπεὶ δι’ αὐτοῦ τὰ ἔμβρυα πάντα τὴν τροφὴν δέχεται καὶ ἀναπνεῖ, τοῦ στόματος μεμυκότος διὰ τὸ πλῆθος τῶν ὑγρῶν, ἵνα μὴ ἀπόληται.
Μελιζώροιο. Ἀμφίβολον, πότερον τὸ τῶν σύκων πόμα μελίζωρον εἴρηκεν, ἢ ἕτερον ἐκ τῆς μελιζώρου βοτάνης.
Τὸ δὲ γλάγος εἰν ἑνὶ χεύαις, ἀγγείῳ δηλονότι.
Ψαφαρὸν, αὐχμηρὸν, ξηροὺς δὲ φοίνικας κελεύει εἰς τὸ γάλα μιγνύναι· μίξον δέ φησι τὸ γάλα τοῖς ξηροῖς φοίνιξιν.
Ἄλλοτε δ’ αυαλέης· ἀπὸ κοινοῦ τὸ καταμίσγεο καρπόν· ἀχρὰς δὲ καὶ βάκχη καὶ μυρτίνη εἶδος ἀπίων, ἔστι δὲ καὶ εἶδος ἐλαίας μυρτίνη καλουμένη.
Θηλάζειν φησὶ τὸν πάσχοντα ποτὲ μὲν γυναῖκα, ποτὲ δὲ βοῦν. Ἅτε δὴ βρέφος· ὡς οἷα βρέφος ἀρτιγενὲς, οὕτως ἐμπελάσοι τῷ
δεσμῷ ᾔγουν τῷ μαστῷ. Μοσχηδὸν δὲ δίμην μόσχου, δι’ οὗ σημαίνει τὸ ἁπαλὸν καὶ τρυφερόν· μόσχευμα γὰρ πᾶν τὸ ἁπαλόν. Ὅμηρος (Il. λ, 105).μόσχοισι λύγοισιν.
Οἵη τ’ ἐξ ὑμένων βράσει ἡ νεαλὴς, ὅ ἐστιν ἡ νεαρὰ μόσχος τὰ οὔθατα ἀνακρούουσα ἐκ τῶν ὑμένων ταράσσει τὴν μενεοικέα χύσιν τῆς θηλῆς, καὶ τὰ ἑξῆς.
Ἔλαιόν φησι θερμὸν λαβὼν βιάζου ἐμεῖν, ἐντιθεὶς τὰς χεῖρας ἢ πτερὸν ἢ ἀπὸ τῶν παπύρων τὸν πρὸς ἔμετον ἐπιτήδειον, τῶν κακῶν φησι τοῦ φάρυγγος ἑλκυστῆρα Ἀνακεφαλαίωσις τῆς θεραπείας τῆς βουπρήστιδος· ἀπὸ συκῆς ξηρῶν σύκων τετριμμένων μετ’ οἴνου πόσις, ἢ μελιζώρου ἱκανὴ πόσις, ἢ γάλακτος καὶ φοινίκων καρποῦ μεμιγμένη πόσις, ἢ ψυκτῆς ἀχράδος ἢ ἄλλων ἀπίων μετ’ οἴνου, ἢ ἵνα θηλάζῃ μαστὸν γυναικὸς ὡς παιδίον, ἢ θερμοῦ ἐλαίου εἰς κόρον πόσις, δεῖ δ’ ἐφ’ ἑκάστῃ πόσει τοὺς δακτύλους χαλᾷν, ἢ πάπυρον, ἢ πτερὰ ἐμβάλλεν εἰς τὸ στόμα καὶ ἀναγκάζειν ἐμεῖν, ὅπως τάχιστα τῆς νόσον ἀπαλαγῇ.
Ἐὰν δὲ θρομβωθῇ, τουτέστι τυρωθῇ τὸ νεαλὲς γάλα, ἤγουν τὸ νεωστὶ ποθὲν, πνιγμὸς ἐπακολουθεῖ εἰς ἓν ἀθροιζομένου τοῦ πόματος ἤγουν τοῦ γάλακτος.
Τρισσὰς δὲ πόσιας ἀντὶ τοῦ τρεῖς μοίρας, μέσας μὲν ὄξεος, δοιὰς δὲ γλυκέος τουτέστι τὰς δύο μοίρας γλυκέος καὶ τὴν μέσην τούτων, τουτέστι τὴν μίαν ὄξους.
Ἀλλὰ καὶ τοῦ ἐκ τῆς Λιβύης σιλφίου τὰς ῥίζας. Ποτῷ ἐγκνήθεο, τουτέστιν ἔντριβε.
Ὀποῦ· τοῦ Κυρηναϊκοῦ λέγει. Ἰστέον, ὅτι οὗτος ὁ ὀπὸς συνεστηκώς ἐστι καὶ πεπηγὼς, ὥσπερ τὸ κομμίδιον ἢ ὁ λίβανος ἢ ἡ μαστίχη ἢ εἴ τι τοιοῦτον· διὰ τοῦτο οὖν εἶπε τήξας, οἱονεὶ ἀναλύσας. Ἐνὶ βάμματι ἀντὶ τοῦ ἐν ὄξει διαλύσας· ὁ γὰρ Κυρηναϊκὸς ὀπὸς διαλύει τὴν φαρμακείαν· καὶ γὰρ ἐὰν πεπηγότι γάλακτι ἐπιχέῃ αὐτόν τις, διαλυθήσεται· ἔστι δὲ καὶ τὸ νίτρον διαλυτικὸν τοῦ γάλακτος.
Κονίλην, ἤτοι κονίαν, ἢ θύμου καρπὸν, ἢ τῆς εὐκνήμου βότρυν, ὅπερ κόριον καλοῦσι, μετ’ οἴνου.
Ἄλλοτ’ ἀμύνει· ἄλλοτε δ’ ἀμύνει καὶ βότρυς εὐκνήμου, ὡσανεὶ τῆς καλὰς κνήμας ἐχούσης ἀμπέλου, κνήμας δὲ τὰ μεταξὺ τῶν κονδύλων ἢ τῶν κάμψεων λέγει, τοῦ βότρυος βρεχθέντος ἐν οἴνῳ· ἢ εὔκνημος εἶδος βοτάνης
Τοῦτο ἄξιον θαύματος, πῶς διαχεῖ ἡ πυτία τὸ συνεστηκὸς ἐν τῇ κοιλίᾳ γάλα, ἀλλ’ οὖν ἄλλο ἐπισυνίστησιν.