Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Λιμναῖον δ’ ἔφη, ἐπειδὴ ἐν τοῖς ποταμοῖς καὶ ταῖς λίμναις διαιτᾶται καθάπερ καὶ ὁ ἱπποπόταμος, δοκεῖ δ’ ὁ ὄρχις τούτου ὅμοιος εἶναι τῷ τοῦ κάστορος· οὗτος δ’ ὁ κάστωρ, ὥς φασι, διωκόμενος κόψας τοὺς ὄρχεις ῥίπτει, εἰδὼς, ὅτι δι’ αὐτοὺς διώκεται.
Ἢ ὀδελὸν σιλφίου τῷ χαρακτηρικῷ κνηστῆρι, ἤγουν χαρακτῷ κατάτριψον, οἷον ξέσον, κόψον κνηστῆρι χαρακτῷ, μαχαίρᾳ φησὶ, σιλφίου τῆς ῥίζης τοῦ ὀποῦ ὀβολοὺς δύο καὶ τραγορίγανον, ἢ γάλα προσφάτως ἠμελγμένον· τραγορίγανον δ’ ἐστὶν ὄρειον, ὅπερ ἐσθίοντες οἱ τράγοι γίνονται κατωφερεῖς· διὸ οὕτως εἴρηται· αὐτὴ ἡ ῥίζα λέγεται σίλφιον, ὁ δὲ ταύτης ὀπὸς Κυρηναϊκὸς καλεῖται ὀπός.
Ἢ τοῦ γάλακτος τοῦ νεωστὶ πηγνυμένου ἐν τῇ νεαμέλκτῳ πέλλῃ κορεσθείη, τουτέστι τοῦ νεωστὶ τυροῦ πήξαντος.
Τὸ ταύρειον αἷμά φησι Πραξαγόρας πινόμενον πήγνυσθαι ἐν τῷ στήθει καὶ θρομβοῦσθαι, ἔπειτα, συνεχομένων τῶν πνοῶν, θνήσκειν ποιεῖ, οὐ λανθάνει δὲ πινόμενον, ὥσπερ καὶ τὰ ἄλλα δηλητήρια πολλάκις ἀγνοοῦνται· ἔστι γὰρ εὐτονώτερον τοῦ τῶν ἄλλων ζώων αἵματος, ὡς Ἀριστοτέλης (H. A., III 19 et P. A. II, 4 T. I, p. 520 b, et 35 651 a)· διὸ καὶ ἀφρόνως εἶπεν· τινὲς ἀποκαρτεροῦντες πίνουσιν αὐτὸ καὶ τελευτῶσιν.
Εἶαρ δὲ τὸ αἷμα παρὰ τὸ ἐν ἔαρι πλημμυρεῖν καὶ πλεονάζειν.
Θρομβοῦται δ’ ἀντὶ τοῦ πήγνυται τὸ ταύρειον αἷμα ποθὲν καὶ ἐμφράσσει τοὺς πόρους τῆς ἀναπνοῆς, καὶ οὕτως ἀπόλλυται ὁ πίνων.
Οἱ πόροι τῶν πινόντων φράσσονται, τὸ πνεῦμα θλίβεται ἐντὸς, οἱονεὶ σφίγγεται, τοῦ αὐχένος ἐμπλασθέντος, οἱονεὶ ἐμφραχθέντος καὶ ἀποκλεισθέντος.
Μεμορυγμένος, τουτέστι μεμολυσμένος τῷ ἀφρῷ, περιφραστικῶς δ’ ἀφρίζων.