Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Ἀγριόεσσαν ὀπώρην νῦν τὴν σταφυλὴν λέγει ἀντὶ τοῦ ἀγριοποιόν, ἐπειδὴ ὁ οἶος ἀγριοποιός ἐστι, καθάπερ λέγεται ἡ ἀγρία καὶ ὀρεινή Ὑποθλίψαντες δ’ ἤγουν ἐκπιέσαντες τὴν σταφυλὴν οἱ Σιληνοί, οὗτοι δ’ οὓς ἡμεῖς Σατύρους λέγομεν οἱ ἀρχαῖοι Σιληνοὺς ἐκάλουν ἀπὸ τοῦ σιλλαίνειν, ὅ ἐστι λοιδορεῖν, γράφεται δὲ διὰ τοῦ ι.
Κεραοῖο, ὅτι οἱ ἀρχαῖοι κέρασιν ἐχρῶντο ἐν τῇ πόσει ἀντὶ ποτηρίων, ὅθεν καὶ τὸ κεράσαι εἴρηται· ἢ διὰ τὸ ταυρωτικὸν τῶν πινόντων, τουτέστι τὴν ἀπὸ τοῦ οἴνου ἰσχὺν, ὡς κέρατα ἐχόντων, ὁ δὲ Διόνυσος καὶ ταυρόκερως λέγεται.
Θωρηχθέντες ἀντὶ τοῦ μεθυσθέντες· καὶ Ἱπποκράτης τὴν οἰνοποσίαν θώρηξιν εἴρηκεν (Aphor. II 21 et saepius alibi).
Νυσαίην ἀνὰ κλιτύν· ἤγουν ἀνὰ κλιτὺν τοῦ Νυσαίου ὄρους.
Ὡς οἵγε σκοτόωσιν· οὕτω φησὶ καὶ οἱ βεβρωκότες τὸ ἀκόνιτον διατίθενται ἔκφρονες.
Τὴν μέν τε· ταύτην μέντοι τὴν βοτάνην τὸ ἀκόνιτον καὶ μυοκτόνον καλοῦσι διὰ τὸ τοὺς περιλείχοντας αὐτὴν μύας φονεύειν.
Ὕρακας τοὺς μύας κατ’ Αἰτωλούς· λέγεται γὰρ ὗς ὁ χοῖρος καὶ ὕραξ, ὕρακας δὲ νῦν τοὺς μύας ἐκάλεσε, διότι παρεοίκασι χοίροις τὰ ῥάμφη. Λιχμήρεας δὲ τοὺς περιλείχοντας, καὶ ἀνιγροὺς τοὺς ἀνιαροὺς.
Πορδαλιαγχὲς λέγεται τὸ ἀκόνιτον, ἐπειδὴ τούτου αἱ πορδάλεις
γευσάμεναι ἀποπνίγονται, ὥσπερ οἱ ἀγχόμενοι, ἅς ἡ τοῦ ἀνθρώπου κόπρος θεραπεύει, οἱ δὲ νομεῖς καὶ οἱ βουπελάται πορδαλιαγχὲς αὐτὸ ἔθηκαν, ἐπεὶ τοῖς θηρίοις τοῖς πελώροις, τουτέστι ταῖς πορδάλεσι ταῖς μεγάλαις, πορδαλιαγχὲς πότμον αὐτὸ ἔθηκαν, βουπελάται δ’ οἱ βουκόλοι παρὰ τὸ πλησιάζειν ταῖς βουσὶ καὶ κολλᾶσθαι αὐτοῖς. Ἰστέον, ὅτι ἡ πόρδαλις, ἐὰν φάγῃ τὸ ἀκόνιτον, ἀναιρεῖται· οὐ πρότερον οὑν ἐσθίει ἐξ αὐτοῦ, εἰ μὴ ἔχει πλησίον κόπρον ἀνθρωπείαν· ταύτῃ γὰρ κέχρηται ἀντιφαρμάκῳ· οἱ οὐν νομεῖς ἐξάπτουσι τὴν κόπρον εἰς δένδρον τοσοῦτον ὕψος, ὅσον οὐ δύναται ἡ πόρδαλις πηδῶσα φθάσαι· ὁρῶσα οὐν ἡ πόρδαλις τὴν κόπρον, ἄτε δὴ θαρροῦσα ἔχειν τὸ ἀντιφάρμακον, τρώγει τὸ ἀκόνιτον, εἶτα ὁρμᾷ ἐπὶ τὸ χρήσασθαι τῷ ἀντιφαρμάκῳ, καὶ οὐκ ἐφίκεται αὐτοῦ διὰ τὸ ὕψος· οὕτως οὖν ἐφαλλομένη καὶ πηδῶσα λαβεῖν τὸ φάρμακον μὴ δυναμένη διὰ τὸ ὕψος ἀποθνήσκει ἢ ἀτονεῖ· ἄτονον γὰρ τὸ ζῷον φύσει· καὶ οὕτως αὐτὴν σφάττουσιν οἱ νομεῖς.Ἴδης ἐν κνημοῖσιν· ἐν τοῖς τόποις τῆς Ἴδης· κορυφαὶ δ’ ἤγουν ἐξοχαὶ τῆς Ἲδης τέσσαρες, Φαλάκρα, Λεκτὸν, Σίγειον, Γάργαρον· Φαλάκρα δ’ ἀκρωτήριοι Ἴδης· διὸ καὶ Λυκόφρων φησίν (vs. 24).
αἱ Φαλακραῖαι κόραι.
Θηλυφόνον, ὅτι, ἐὰν ἅψηται μορίου θήλεος, διαφθείρει τὸ ζῶον· παντός φησι ζώου θήλεος εἰς τὴν φύσιν ἐντιθέμενον τὸ ἀκόνιτον φθορᾶς σιτίον γίνεται. Κάμμορον· κακῷ μόρῳ ἀναιροῦν. Ἐν δ’ ἀκοναίοις· ἐν τοῖς τόποις, οἷς γίνοται αἱ ἀκόναι· ταύτας δὲ τὰς ἀκόνας οἱ μὲν ἐν Ἡρακλείᾳ φασὶ γίνεσθαι, οἱ δ’ ἐν Ἑρμιόνῃ, οἱδ’ ἐν Τανάγρᾳ.
Ὁρόγκοις δὲ τοῖς μετεώροις τόποις ἀπὸ τοῦ τοὺς ὀρεινοὺς τόπους ὄγκους ἔχειν, ἢ τοῖς τόποις τοῖς ἐξοχὰς ἔχουσιν. Ἐντεῦθεν δὲ λέγονται τὰ βοηθήματα καὶ ἀντίδοτα τοῦ ἀκονίτου.
Τῷ καί που τιτάνοιο· πάρεστιν ἐπὶ τὰ βοηθήματα τοῦ ποτίσματος τοῦ ἀκονίτου, καί φησι δράκα κονίας ἀσβέστου μιγνυμένην οἲνῳ βοηθήσειν τῷ πεπωκότι· τίτανος γὰρ ἡ ἄσβεστος.
Ὅτε νέκταρ κιρρόν· ὅτ’ οἶνον πυρρὸν ἐν τρυβλίῳ μετρηδὸν ἀντὶ τοῦ μετρήσας ἀφύσσῃς.
Θάμνου δ’ ἤτοι τοῦ θαμνώδους ἢ τοῦ θαμνώδη φύλλα ἔχοντος· καυλέα δὲ κλῶνας.
Χλοεροῦ πρασίοιο· τρία γένη εἰσὶ τοῦ πρασίου, δηλοῖ δὲ, τὸ ποῖον βούλεται λέγειν· φησὶν οὖν τὸ μελίφυλλον, ἐστὶ δὲ τοῦτο πικρὸν, οὗ τὰ φύλλα σὺν οἲνῳ ἔψησον, πληρώσας τὴν χεῖρα· ἡ ἀβροτόνου, καὶ ποτήριον πληρώσας δὸς πιεῖν.
Ἀειθαλέος δ’ ὅτι ἀεὶ χλωρά ἐστιν ἡ χαμελαία καλουμένη βοτάνη· τοῦ δὲ πηγανίου εἴδη εἰσὶ δύο, ἄδηλον δὲ, ποῖον λέγει· ὅμως δὲ καὶ αὐτὸ ληφθὲν εἰς ἥμισυ βάθος χειρὸς πλήρωμα καὶ μετ’ οἴνου ἑψηθὲν ἢ μέλιτος καὶ τεσσάρων ποτηρίων ἤτοι κοτυλῶν ποθὲν ὠφελεῖ.
Αἰθαλόεντα μύδρον· πεπυρακτωμένον σίδηρον, ἤτοι κεκαυμένον ἐναποσβεννύς φησιν εἰς ὕδω πῖνε. Τρύγα δὲ τὴν σκωρίαν λέγει. Πᾶν δ’ ὑγρὸν βάμμα καλεῖται, σημείωσαι, ὅτι μόνον βάμμα τὸ
ὂξος· εἰ δὲ μετά τινος, δηλοῖ ᾧ μέμικται. Τὴν σκωρίαν τοῦ σιδήρου τρύγα φησὶν, ἥν ἐν τῷ καμίνῳ ἡ τοῦ πυρὸς φλὸξ ἐχώρισεν ἀπὸ τοῦ σιδήρου. Χοάνοιο διχῆ· τὸ μὲν γὰρ τοῦ χωνευομένου καθαρόν ἐστι, τὸ δ’ ἀκάθαρτον· διὸ καὶ διχῆ εἶπεν· καὶ ταύτην δὲ σβέσας ἐν μέλιτι. πότισον τὸ ἀπόβαμμα αὐτῆς τὸν κάμνοντα, καὶ χρυσοῦ δ’ ἢ ἀργύρου τὸ βάμμα τοῦ ἐληλασμένου καὶ ζέοντος. Τήν τε καμίνων· ἥντινα ἔντοσθεν τῶν καμίνων τοῦ χωνευτηρίου διχῆ ἢλασεν ἡ τοῦ πυρὸς λιγνύς. Ἄλλοτε δὲ χρυσοῖο· καὶ ἀπόβαμμα δὲ χρυσοῦ ἢ ἀργύρου πινόμενον ὠφελεῖ, λιγνὺς δ’ ἐστὶ κυρίως τὸ καπνῶδες τοῦ πυρὸς, νῦν δ’ αὐτὴ ἡ φλόξΘρίων· θρῖα δ’ ἰδίως μὲν τὰ φύλλα τῆς συκῆς, ὥσπερ οἵναρα τὰ τῆς ἀμπέλου, νῦν δὲ τὰ τῆς χαμαιπίτυός φησιν, ἢ καὶ ονόγυρος καὶ σιδηρῖτις λέγεται καὶ ἰωνιὰ ἀγρία. Ὀνίτιδα λέγει τὸ ὀρίγανον, δύο δὲ γένη ὀριγάνων, ᾦ ἡμεῖς χρώμεθα, ὁ καὶ ἥμερον λέγεται, καὶ ὅ οἱ ὄνοι σιτοῦνται, ὅ καὶ παρείληφεν, ὅ καὶ ὀνῖτις λέγεται, ἧς λαμβάνειν κελεύει τὰ φύλλα εἰς ἥμισυ πληροῦντα τὸ βάθος τῆς χειρὸς, ἢ τοῦ πολυκνήμου, ἢ τῆς χαμαιπίτυος, καὶ μετὰ τεσσάρων κοτυλῶν οἴνου ποτίζειν.
Ῥάδιξ ἡ ῥάβδος· πολύκνημον δ’ ἐστὶν οὕτω τι βοτάνιον παρὰ τοῖς ῥιζοτομικοῖς λεγόμενον, δύο δ’ αὐτοῦ διαφορὰς εἶναί φασιν οἱ τὰ ῥιζοτομικὰ γράψαντες.
Μυελόεντα· τὴν ἐκ τῆς ἑψήσεως σύντηξιν τῶν ὀρνιθείων σαρκῶν, ἢ τὸν ὡς μυελὸν γενόμενον ἐκ τῆς ἑψήσεως· κελεύει δὲ τὴν κατοικίδα ὄρνιν ἕψεσθαι, ἕως ἂν τακῇ αὐτῆς τὰ κρέα καὶ γένηται ὡς χυλὸς, καὶ τότε προσφέρεσθαι τὸν ζωμόν.