Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Ἐπισχομένοιο δὲ, καταποθέντος.

Ἀνερεπτόμενον, ἤγουν ἀνερευγόμενον τῇ περιτρίψει. Συρμῷ δὲ, τῇ ζέσει καὶ τῇ ὀλεθρίᾳ καύσει τὸν στόμαχον ἑλκωθέντα.

Ἀπήμεσε δ’ ὥσπερ θολερὸν πλύμα ἀπὸ κρεῶν ὁ μάγειρος ἐκχέει, τοιοῦτόν φησι ῥυπαρὸν καὶ ὄζον, συναποβάλλει δὲ καὶ ἡ νηδὺς μεμιασμένα ἀποπατήματα, ἤγουν ἀφρώδη.

Πολλάκις μὲν καὶ τῆς φηγοῦ φησι τὴν χαίτην βάλλοις ὁμοῦ τοῖς ἀκύλοις, τουτέστι τῷ καρπῷ. Οὐλάδα δὲ τὴν ὑγιαστικήν (Od. ω, 402)·

οὖλέ τε καὶ μέγα χαῖρε.

Ἤγουν σὺν αὐταῖς ταῖς βαλάνοις· διαφέρει γάρ φησι δρῦς καὶ φηγὸς, εἰ μή που φηγὸν τὴν πρῖνον εἶπεν· ἄλλη γὰρ δρῦς, καὶ ἄλλη φηγὸς, καὶ ἄλλη πρῖνος, τὰ δὲ τρία δρύες καλοῦνται.

Οὗτος ὁ φαρμαχθεὶς τούτου κορεσθείη καὶ ἐν τῷ στόματι κατάσχοι.

Τὸ δὲ πολύγονον βοτάνη ἐστὶν ἐν τῷ πίνεσθαι ἐντατική· ἢ τὰ ῥιζεῖα τοῦ πολυγόνου γάλακτι ἑψηθέντα καὶ κατατριβέντα βοηθεῖ.

Τὸ δ’ ἀμπελόεις ἀμπελοέσσας· ὁ τρόπος μετάληψις, ἄλλοι δ’ αἰτιατικὴν πληθυντικῶν φασιν εἶναι ὁμόφωνον τῇ εὐθείᾳ, αἱ ἀμπελόεις γάρ ἐστιν, ὡς τὰς πανηγύρεις αἱ πανηγύρεις.

Ομοίως καὶ τοὺς κλάδους τοῦ βάτου· εἴρηται δὲ βάτος διὰ τὸ ἄβατος εἶναι.

Νέα δὲ τέρφη ἀντὶ τοῦ χλωρὰ λέπη καστάνου, τοῦ εὖ τρέ φειν δυναμένου.

Δασυφλοίοιο εἶπε, διότι χνοώδης ὁ ἐντός ἐστι φλοῦς, ἢ τὸ δασὺ πρὸς τὸ στρυφνὸν τοῦ λέπους ἔφη· γράφεται δὲ καὶ λαχυφλοίοιο, ἤτοι ἐλάχιστον φλοιὸν ἔχοντος.

Νείαιραν δὲ σάρκα τὴν ἐσωτάτω λέγει· ἀμφοτέρους γὰρ τοὺς φλοιοὺς ἀφελέσθαι κελεύει· νείαιραν οὖν τὸν ἐνδότερον περὶ την σάρκα ὑμένα, τὸν στύφοντα λέγει. Σκύλος· τὸ δέρμα ἤτοι τὸ ἔνδυμα, ὅθεν καὶ τὸ σκυλεύω, νῦν δὲ τὸ μαῦρον καὶ ξηρὸν λέγει ἔνδυμα· γυμνώσειας δὲ σὺ τοῦ καλῶς τεθραμμένου καρύου ἢ τοῦ καλῶς τρέφοντος τοῦ καστάνου τὰ νέα τέρφη τοῦ δασυφλοίου, τὸ δὲ κάλυμμα, ὅπερ κατὰ τὴν νείαράν ἐστι σάρκα περὶ σκύλος, ἤγουν περὶ τὸ δέρμα καὶ ἔνδυμα τὸ μέλαν, τουτέστι τὸ μετὰ τὴν ἄκανθαν, ἐκεῖνό φησιν ἑψήσας δίδου πιεῖν, οἱονεὶ τὸ στῦφον.