Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Τὸ ἀπὸ τῆς ἲριδος βοτάνης γινόμενον ἔλαιον, ἴρινον δὲ μύρον λέγει· αὕτη ἡ βοτάνη εὔπνους ἐστί· παραλέλοιπε δὲ τῆς πόσεως τὴν ποσότητα.
Κελεύει δὲ καὶ σιλφίου ῥίζαν τρίψαντα μετὰ λευκοῦ ἐλαίου παρέχειν πίνειν· τὸ δὲ σίλφιον καὶ ῥιζίον Κυρηναϊκὸν καλοῦσί τινες, ἐξ οὗ γίνεται ὀπὸς, νῦν δὲ περὶ τοῦ ῥιζίου φησίν.
Μελιζώρου ἀντὶ τοῦ μελικράτου.
Καὶ γάλακτος δὲ τὸ ἀφρῶδες, τουτέστι τὸ ἐπιπόλαιον καὶ πεπηγὸς ὡς ἀφρὸς νέμε, ἐπὶ πυρὸς θάλψας τὸ τεῦχος ἠρέμα, ὅ ἐστι θερμάνας, τουτέστιν ἵνα χλιάσῃς αὐτόν.
Ἡ σύνταξις οὕτως· καὶ τὸ ἐπὶ τῷ λοιγήεντι τοξικῷ ἄχθος ἀμύνοις καὶ ἀποδιώξοις. Παρασχεδὸν ἀντὶ τοῦ παραχρῆμα, λείπει δὲ τὸ οὕτω, ἵν’ ᾖ· οὕτως ἀμύνοις καὶ διώξοις· τοξικὸν δὲ καλεῖται τὸ τοιοῦτον φάρμακον διὰ τὸ ὁμοίως τοῖς τοξεύμασιν ἀναιρεῖν παραχρῆμα βρωθὲν ἢ ποθὲν, ἢ ἐπεὶ οἱ Πάρθοι καὶ Σκύθαι τοξεύοντες τούτῳ παραχρίουσι τὰς τῶν βελῶν ἀκίδας· οὐ γὰρ, ὥς τινες, τὸ κώνειον νομιστέον· ἢ διότι ὁμοίως τόξου ἀφέσει ἀναιρεῖ βρωθὲν ἢ ποθὲν λέγεται ὑπό τινων Σκυθικόν· ἄλλοι δὲ λέγουσιν, ὅτι ἐκ τοῦ αἵματος τῆς υδρας ἀνεφύη, τὴν δ’ ὕδραν ἀνεῖλεν ὁ Ἡρακλῆς, καὶ διὰ τοῦτο τοξικὸν καλεῖται
Ἡνίκα πιών τις βαρύνηται ὑπὸ τῶν ὀδυνῶν. Παχύνεται δ’ οἰδαίνεται, καὶ τὸ οἰδαλέα διῳδηκότα καὶ ἐξωγκωμένα.
Ξηρὰ, ἐπειδὴ ξηραίνει τὸ δηλητήριον, τὰ δ’ οὖλα τῶν ὀδόντων ἐκ βάθρων ῥήγνυται.
Ἔμπληκτον· μανιῶδες, μανικόν. Μεμόρηκεν, ἐκάκωσε, παρὰ τὴν μοῖραν.
Μηκάζει δ’ ἀντὶ τοῦ μηκᾶται ὡς πρόβατον, οἱονεὶ οὕτω βοᾷ καὶ κράζει, φλύζων, φλυαρῶν ὑπὸ τῆς μανίας· καὶ οἱ Ἰταλιῶται τοὺς φλυαρογραφοῦντας φλυζογράφους ἐκάλουν.
Συνεχῶς δέ φησιν ἀχθόμενος βοᾷ. Ἐμπελάδην οἱονεὶ ἐμπελαστικῶς καὶ ὁρμητικῶς, ὁποῖά τις φὼς, ἤγουν ἀνὴρ, τὴν ἀμφιβρότην κώδειαν ἀποτμηθεὶς ξίφει· τοῦτο γὰρ τὸ ἀπαμηθείς, κώδειαν δὲ νῦν τὴν κεφαλὴν, καὶ ἀμφιβρότην τὴν ὅλον τὸν ἄνδρα συνέχουσαν κεφαλήν· ἡ γὰρ κεφαλὴ συνέχει πᾶν τὸ σῶμα· καὶ Ὅμηρος δὲ κώδειάν φησι τὴν κεφαλὴν, (Il. ξ 499)·
ὁ δὲ φὴ κώδειαν ἀνασχών.Ἂλλως· καὶ γάρ φησιν, ἐνίοτε πλησιάζοντος αὐτῷ ἀνθρώπου τινὸς, μισανθρωπίαν νοσῶν καὶ βαρούμενος προΐεται φωνὴν ὡς ἀποκεφαλιζόμενος· τοῦτο δ’ εἶπε πλανηθεὶς ἐκ τοῦ ποιητοῦ καὶ κακῶς νοήσας τό (Il. κ. 457 et Od. χ 329)·
φθεγγομένου δ’ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.
Κερνοφόρος· ἡ τοὺς κρατῆρας φέρουσα ἱέρεια· κέρνους φασὶ τοὺς μυστικοὺς κρατῆρας, ἐφ’ ὧν λύχνους τιθέασιν· ζάκορος δ’ ἡ νεωκόρος, καὶ βωμίστρια ἡ ἱέρεια τῆς κρατηροφόρου Ῥέας.
Εἰνάδι δ’ ἀντὶ τοῦ ἐννάτῃ τοῦ μηνὸς ηγουν τῆς σελήνης· τότε γὰρ τὰ μυστήρια αὐτῆς ἐπιτελοῦσιν· ἢ εἰκάδι, τῇ εἰκοστῇ τῆς σελήνης· τότε γὰρ κατὰ τὴν σελήνην ἐμέτρουν τὸν ἐνιαυτόν.