Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Διὰ παντὸς τραχύτητα ἔχοντα. Ὕψι τέθηλε, τουτέστι τοῖς κλωσὶν ὑψηλήν· τὴν τοιαύτην γοῦν βοτάνην ἤγουν τὸ σκορπίουρον δὸς τῷ πεφαρμαγμένῳ ἑψηθεῖσαν μετὰ μέλιτος πιεῖν.
Η μολόθουρος βοτάνη ἐστὶν, ἀειθαλὴς δέ· διὸ καὶ Εὐφορίων φησίν·
πτῶκες ἀειχλωροῖσιν ἰαύεσκον μολοθούροις.Ἔνισχνα δὲ καύλεα ἀντὶ τοῦ ἰσχνὰ καὶ καλαμώδη καὶ λεπτὰ καυλεῖα ποιεῖ· τὰ γὰρ εἰς ὕψος ἀνατρέχοντα φυτὰ λεπτὰ καυλεῖα ποιοῦσιν.
Παρθενία οὐκ αὐτὴ ὅλη ἡ Σάμος, ἀλλά τις ἐν αὐτῇ εὑρεθεῖσα γῇ. Φυλλὶς δὲ τὸ καλούμενον γεωφάνιον ἐν Σαμοθράκῃ καὶ Μελίφυλλον ἐκαλεῖτο, Νίκανδρος δὲ φυλλίδα καλεῖ· κελεύει οὐν τέσσαρας δραχμὰς Σαμίας λαμβάνειν. Παρθενία γὰρ ἡ Σάμος ἐκαλεῖτο
καὶ φυλλὶς μία τῶν Νυμφῶν. Τὸν Σάμιον ἀστέρα λέγει, ὃν δοκεῖ κριὸς ἐν Σάμῳ εὑρηκέναι· Φυλλὶς γὰρ ἡ Σάμος· ἢ φυλλάδα τὴν βοτάνην ἰδίως καλεῖ, ἥν τιυες μελιτόφυλλόν φασιν, ἧς τὸ χρήσιμον ἀστὴρ λέγεται· ἢ Φυλλὰς οὖν ἡ Μελάμφυλλός ἐστιν.Ἰμβρασίδος· τῆς Σαμιακῆς, (Ἴμβρασος γὰρ ποταμὸς ἐν Σάμῳ) ἥν κριὸς λέγεται εὑρηκέναι, ταύτης δὲ τὸ χρησιμώτερον ἀστὴρ καλεῖται, ἐξ ἧς βούλεται ἡμᾶς ὁ Νίκανδρος λαμβάνειν.
Ἀμνός ἐστιν ὁ μηδέπω κέρατα ἔχων· πῶς οὖν οὗτος κεράστην εἶπεν αὐτὸν οὐκ ὀρθῶς; Χησιεῖς δὲ πρῶτον ὤκησαν ἐν Σάμῳ, εἶτα Ἀστυπαλαεῖς.
Διπλήρεα· διπλῆν κελεύει πόσιν τῶν τεσσάρων δραχμῶν δοῦναι, ὅ ἐστιν ὀκτὼ δραχμῶν, καὶ σὺν τῷ ἑψήματι πηγανίου κλῶνας διδόναι, καὶ ῥόδινον μύρον ἢ ἴρινον μύρον.
Ὀργάζων δ’ ἀντὶ τοῦ μιγνύων τὴν γῆν τὴν Παρθενίαν, ἢ καταβρέχων ἐλαίῳ ῥοδίνῳ. Ἄλλως. τῷ ἀπ’ ἲριδος γινομένῳ μύρῳ, ἤγουν ἐλαίῳ, τουτέστι τὸ ῥόδινον ἔλαιον μίξας ἄλειψον μετὰ πηγάνου κλάδων.
Πάσηται· ὡς πρὸς δεύτερων πρόσωπον ἀποτείνεται περὶ τρίτου τινὸς, περὶ τοῦ ἀγρίου δὲ κορίου τῆς βοτάνης λέγει· εἴδη γὰρ ταύτης εἰσὶ δύο, ἥμερόν τε καὶ ἄγριον, ὧν τὸ μὲν ἥμερον εὐῶδές ἐστι καὶ ἡδὺ, τὸ δ’ ἄγριον παραπλήσιον τῷ ἡμέρῳ, πλατυφυλλότερον δὲ καὶ εὐμηκέστερον καὶ πολλὰς ἔχον παραφυάδας καὶ πολύρριζον καὶ πολυανθὲς, τοῦτο δὲ βρωθὲν ἢ ποθὲν ἢ ἄλλως πως προσενεχθὲν θανάσιμον.
Ἀφραδέως δ’ εἶπεν, ὅ ἐστιν ἀφρόνως καὶ ἀπείρως· τὸ γὰρ χύλισμα τοῦ κορίου τῆς γεύσεως ἀλλότριον ὑπάρχον οὐ δύναται λαθεῖν διδόμενον, εἰ μή τις αὐθαιρέτως αὐτὸ βουληθείη λαβεῖν ἐν καιρῷ περιστάσεως.
Λαβράζουσι· ἐν τῷ δήμῳ λάβρως φωνοῦσιν· καὶ Ὅμηρος (Il. ψ 474)·
τί πάρος λαβρεύεαι;καὶ Αἰσχύλος (Prometh. 327)·
μὴ λαβροστόμει.Παραπλῆγες δ’ ἀντὶ παράφρονες, τὸ δ’ ἑξῆς παραπληγέες τῷ οἴστρῳ, ὁ δ’ οἶστρος ζῶόν τί ἐστι παραπλήσιον μεγίστῃ μυίᾳ, κέντρον ἔχον ἐπίμηκες.
Ὀξὺ δὲ μέλος τὸ διατεταμένον καὶ μέγα. Ἀταρμύκτῳ ἀφόβῳ, ἀπὸ δὲ τοῦ τάρβους καὶ τοῦ μύειν συντέθειται ἡ λέξις.
Πράμνιος δ’ οἶνος ἀπ’ ἀμπέλου πραμνίας, ἣν καὶ ψιθίαν τινὲς καλοῦσιν. Αὐτοκρηὲς δ’ ἀντὶ τοῦ αὐτοκέραστον, ἀμιγὲς, ἄκρατον.
Ἀντὶ τοῦ πεπληρωμένον τοῦ θαλασσίου ὕδατος τὸ τρυβλίον.
Γράφεται καὶ ἀλαλὴν, ἤτοι ὅτι ἐστέρηται τοῦ λαλεῖν, ἢ ὅτι
χωρὶς στεναγμοῦ τίκτει. Ορταλίχων νῦν τὰς ὄρνιθας λέγει· οὐ γὰρ τὰ νήπια ὠοτοκεῖ, ἀλλὰ τὰ τέλεια, κελεύει δὲ τὸ ὠὸν κενῶσαι, καὶ ἀφρὸν θαλάσσης συμμιγνύντα κεράσαι, ὅστις ἀφρὸς τροφὴ τοῦ κέπφου ὢν καὶ θανάτου αὐτῷ παραίτιος γίνεται· οἱ γὰρ ἁλιεῖς χερσὶ τὸ θαλάσσιον ὕδωρ ἀνακλύζοντες ἀφρὸν προσενεγκεῖν καταναγκάζουσι, καὶ τοῦτον δολίως τῷ κέπφῳ προτείνουσιν, ὁ δὲ τὸν ἀφρὸν λαβεῖν ἐφιέμενος εἰς τὰς χεῖρας αὐτῶν ἔρχεται καὶ οὕτω θηρεύεται· ὁ δὲ κέπφος θαλάσσιόν ἐστιν ὄρνεον παραπλήσιον λάρῳ, ὅπερ ὡς εἴρηται ὑπὸ τῶν ἁλιέων ἁλίσκεται· χραινόντων γὰρ καὶ ποιούντων ἀφρὸν προσέρχεται τῷ ἀφρῷ, καὶ οὕτως ἁλίσκεται. Ἁπαλὴν δ’ ὠδῖνα τὴν στερουμένην βίας, ἐπεὶ τίκτουσιν ἄνευ ἀλγηδόνοςἈγλεύκην· ἀγλυκῆ καὶ πικρὰν καὶ ἐστερημένην γλεύκης, ὅ ἐστι γλυκύτητος.
Ἀτμεύειν δὲ δουλεύειν, ὑποκεῖσθαι· ἀτμένες γὰρ οἱ δοῦλοι ὅτι δὲ δουλεύει ἡ θάλασσα καὶ τὸ πῦρ ἀνέμοις, κατὰ θεῖον νόμον δηλονότι, τοῦτο δὲ καὶ Ἡράκλειτος καὶ Μενεκράτης εἴρηκεν.
Ἀργεστὰς, οἱονεὶ τοὺς ἀνέμους. Ἀχύνετον δὲ τὸ πολύχυτον· τὸ γὰρ α ἐπιτατικόν ἐστιν· ἐκτίθεσθαι οὖν βούλεται διὰ τούτων καὶ Ἡράκλειτος, ὅτι πάντα ἐναντία ἀλλήλοις ἐστὶ κατ’ αὐτόν.
Ἀκοσμήεσσα ἡ ἀκόσμιος, ἡ ἄτακτος, ἡ μὴ κοσμίως κινουμένη. Φιλοργὸς δὲ διὰ τὸ ῥοῶδες, ἡ φιλοῦσα ὀργίζεσθαι καὶ ὀργᾷν καὶ μαίνεσθαι διὰ τὰς τρικυμίας.
Δεσπόζει νηῶν· τῇ γὰρ θαλάσσῃ ὑπόκεινται τὰ πλοῖα, τῷ δὲ πυρὶ ἡ ὕλη. Ἐμφθορέων δ’ αἰζηῶν, τῶν ἐν θαλάσσῃ φθειρομένων.
Ἡ δ’ ὕλη ὑπακούει καὶ πείθεται κατὰ τὸν θεσμὸν τοῦ ἐχθομένου πυρὸς, οὐ καθόλου δὲ τὸ πῦρ ἐχθόμενον λέγει, ἀλλὰ τῇ ὕλῃ ἐχθόμενον διὰ τὸ ἀφανίζεσθαι αὐτὴν ὑπ’ αὐτοῦ.