Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Διὰ παντὸς τραχύτητα ἔχοντα. Ὕψι τέθηλε, τουτέστι τοῖς κλωσὶν ὑψηλήν· τὴν τοιαύτην γοῦν βοτάνην ἤγουν τὸ σκορπίουρον δὸς τῷ πεφαρμαγμένῳ ἑψηθεῖσαν μετὰ μέλιτος πιεῖν.
Η μολόθουρος βοτάνη ἐστὶν, ἀειθαλὴς δέ· διὸ καὶ Εὐφορίων φησίν·
πτῶκες ἀειχλωροῖσιν ἰαύεσκον μολοθούροις.Ἔνισχνα δὲ καύλεα ἀντὶ τοῦ ἰσχνὰ καὶ καλαμώδη καὶ λεπτὰ καυλεῖα ποιεῖ· τὰ γὰρ εἰς ὕψος ἀνατρέχοντα φυτὰ λεπτὰ καυλεῖα ποιοῦσιν.
Παρθενία οὐκ αὐτὴ ὅλη ἡ Σάμος, ἀλλά τις ἐν αὐτῇ εὑρεθεῖσα γῇ. Φυλλὶς δὲ τὸ καλούμενον γεωφάνιον ἐν Σαμοθράκῃ καὶ Μελίφυλλον ἐκαλεῖτο, Νίκανδρος δὲ φυλλίδα καλεῖ· κελεύει οὐν τέσσαρας δραχμὰς Σαμίας λαμβάνειν. Παρθενία γὰρ ἡ Σάμος ἐκαλεῖτο
καὶ φυλλὶς μία τῶν Νυμφῶν. Τὸν Σάμιον ἀστέρα λέγει, ὃν δοκεῖ κριὸς ἐν Σάμῳ εὑρηκέναι· Φυλλὶς γὰρ ἡ Σάμος· ἢ φυλλάδα τὴν βοτάνην ἰδίως καλεῖ, ἥν τιυες μελιτόφυλλόν φασιν, ἧς τὸ χρήσιμον ἀστὴρ λέγεται· ἢ Φυλλὰς οὖν ἡ Μελάμφυλλός ἐστιν.Ἰμβρασίδος· τῆς Σαμιακῆς, (Ἴμβρασος γὰρ ποταμὸς ἐν Σάμῳ) ἥν κριὸς λέγεται εὑρηκέναι, ταύτης δὲ τὸ χρησιμώτερον ἀστὴρ καλεῖται, ἐξ ἧς βούλεται ἡμᾶς ὁ Νίκανδρος λαμβάνειν.
Ἀμνός ἐστιν ὁ μηδέπω κέρατα ἔχων· πῶς οὖν οὗτος κεράστην εἶπεν αὐτὸν οὐκ ὀρθῶς; Χησιεῖς δὲ πρῶτον ὤκησαν ἐν Σάμῳ, εἶτα Ἀστυπαλαεῖς.
Διπλήρεα· διπλῆν κελεύει πόσιν τῶν τεσσάρων δραχμῶν δοῦναι, ὅ ἐστιν ὀκτὼ δραχμῶν, καὶ σὺν τῷ ἑψήματι πηγανίου κλῶνας διδόναι, καὶ ῥόδινον μύρον ἢ ἴρινον μύρον.
Ὀργάζων δ’ ἀντὶ τοῦ μιγνύων τὴν γῆν τὴν Παρθενίαν, ἢ καταβρέχων ἐλαίῳ ῥοδίνῳ. Ἄλλως. τῷ ἀπ’ ἲριδος γινομένῳ μύρῳ, ἤγουν ἐλαίῳ, τουτέστι τὸ ῥόδινον ἔλαιον μίξας ἄλειψον μετὰ πηγάνου κλάδων.
Πάσηται· ὡς πρὸς δεύτερων πρόσωπον ἀποτείνεται περὶ τρίτου τινὸς, περὶ τοῦ ἀγρίου δὲ κορίου τῆς βοτάνης λέγει· εἴδη γὰρ ταύτης εἰσὶ δύο, ἥμερόν τε καὶ ἄγριον, ὧν τὸ μὲν ἥμερον εὐῶδές ἐστι καὶ ἡδὺ, τὸ δ’ ἄγριον παραπλήσιον τῷ ἡμέρῳ, πλατυφυλλότερον δὲ καὶ εὐμηκέστερον καὶ πολλὰς ἔχον παραφυάδας καὶ πολύρριζον καὶ πολυανθὲς, τοῦτο δὲ βρωθὲν ἢ ποθὲν ἢ ἄλλως πως προσενεχθὲν θανάσιμον.
Ἀφραδέως δ’ εἶπεν, ὅ ἐστιν ἀφρόνως καὶ ἀπείρως· τὸ γὰρ χύλισμα τοῦ κορίου τῆς γεύσεως ἀλλότριον ὑπάρχον οὐ δύναται λαθεῖν διδόμενον, εἰ μή τις αὐθαιρέτως αὐτὸ βουληθείη λαβεῖν ἐν καιρῷ περιστάσεως.
Λαβράζουσι· ἐν τῷ δήμῳ λάβρως φωνοῦσιν· καὶ Ὅμηρος (Il. ψ 474)·
τί πάρος λαβρεύεαι;καὶ Αἰσχύλος (Prometh. 327)·
μὴ λαβροστόμει.Παραπλῆγες δ’ ἀντὶ παράφρονες, τὸ δ’ ἑξῆς παραπληγέες τῷ οἴστρῳ, ὁ δ’ οἶστρος ζῶόν τί ἐστι παραπλήσιον μεγίστῃ μυίᾳ, κέντρον ἔχον ἐπίμηκες.
Ὀξὺ δὲ μέλος τὸ διατεταμένον καὶ μέγα. Ἀταρμύκτῳ ἀφόβῳ, ἀπὸ δὲ τοῦ τάρβους καὶ τοῦ μύειν συντέθειται ἡ λέξις.
Πράμνιος δ’ οἶνος ἀπ’ ἀμπέλου πραμνίας, ἣν καὶ ψιθίαν τινὲς καλοῦσιν. Αὐτοκρηὲς δ’ ἀντὶ τοῦ αὐτοκέραστον, ἀμιγὲς, ἄκρατον.