Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
Πτελέης· ἀπὸ κοινοῦ τὸ δάκρυον· ὀσχοφόροι δὲ λέγονται Ἀθήνησι παῖδες ἀμφιθαλεῖς ἁμιλλώμενοι κατὰ φυλὰς, οἳ λαμβάνοντες κλήματα ἀμπέλου ἐκ τοῦ ἱεροῦ τοῦ Διονύσου ἔτρεχον εἰς τὸ τῆς Σκιράδος Ἀθηνᾶς ἱερὸν, νῦν δ’ ὁ Νίκανδρος ὄσχας λέγει τὰ τῆς πτελέας κλήματα. Ὂσχαι κυρίως οἱ κλάδοι τῆς ἀμπέλου, νῦν δὲ καταχρηστικῶς καὶ ἐπὶ τῆς πτελέας εἶπε τοὺς κλάδους ὄσχας. Κόμμι δὲ τὸ κομμίδιον· οὕτω γάρ ἐστιν ἡ σύστασις αὐτοῦ, ὡς κόμμεως.
Ὁ νοῦς οὗτος· ὅπως φησὶ τὰ μὲν ἐμέσῃ, τὰ δὲ πέψη, ἐκλυθεὶς
ἐν ἑψητοῖς ὕδασι, τουτέστι λουτροῖς· ὅτε γὰρ ὑγρανεῖ τὸ σῶμα ὁ ἱδρὼς, τουτέστι μετὰ τὸ ἱδρῶσαι αὐτὸν εἰς τὸ προμάλακτον, ἵνα εὐθέως ἐμβαίνῃ εἰς τὴν ἔμβασιν, καὶ χρονίσῃ, μέχρις ὅτου ἐκλυθῇ καὶ διαπέψῃ.Κανθαρίδος· κανθαρίδες εἰσὶ τὰ κοπροφόρα καὶ σιτοφθόρα ζῶα οἱ λεγόμενοι κάνθαροι, ὧν ἡ μὲν ὀσμὴ ὁμοία ἐστὶ πίσσῃ χυτῇ, ὅ ἐστι τῷ ὑγροπίσσῳ, ἡ δὲ γεῦσις κεδρίσιν· μηδαμῶς οὖν φησιν ἐκεῖνο τὸ ποτὸν δέξαιο· τὰ ψήγματα δὲ τῆς κέδρου κεδρία λέγει κάρφη.
Ἀντὶ τοῦ ποτὲ μὲν δηγμὸν ποιοῦσιν ἐπὶ τῷ διύγρῳ ποτῷ ποθέντι τῷ χείλει, ποτὲ δὲ περὶ τὰ νείατα καὶ ἔσχατα τῆς γαστρὸς, τουτέστι περὶ τὸ στόμα αὐτῆς, ἤγουν περὶ τὸν στόμαχον· οἱ μὲν οὖν στόμαχον, ἄλλοι δὲ πύλην, ἄλλοι δὲ δοχεῖον βρωμάτων τὴν γαστέρα ὀνομάζουσιν· ἐκ δὲ τοῦ στόμια κατὰ συγκοπὴν γίνεται στόμα, ὡς μηρία μηρά.
Χόνδρος· τοῦ στομάχου ἔντερον, ὅθεν καὶ ὑποχόνδριά φαμεν, ἢ μέρος τοῦ θώρακος, μεθ’ ὁ τὰ ὑποχόνδρια· ἀπὸ κοινοῦ δὲ τὸ δάκνεται.
Ἄλη δέ φιν· τό φιν παρέλκει· περιφραστικῶς δ’ ἤθεα φωτὸς ἀντὶ τοῦ τὸν φῶτα, ὅ ἐστι τὸν ἄνδρα.
Οἷά τε δὴ γήρεια· οὕτω φέρεται αὐτῶν ἡ γνώμη, ὡς ἀκάνθης ἄνθος· γήρεια δὲ τὰ ἄνθη τὰ λευκὰ καὶ πολιοειδῆ, πάππος δ’ ὁ καυλὸς αὐτῶν, ἐξ οὑ θρύπτονται καὶ πίπτουσιν, ἢ αὐτὴ ἡ σύστασις.
Τούτῳ δέ φησι τῷ φαρμασσομένῳ σὺ τὸν γλήχωνα ταῖς ποταμίαις νύμφαις τεύξας κυκεῶνα (τουτέστι γλήχωνα μεθ’ ὕδατος· ἐμπληδήν δ’ ἀντὶ τοῦ πληρώσας) πόροις, ὅ ἐστι δίδου.