Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
ἱππεῖον λειχῆνα: ἰστέον ὅτι γίνονται ἐπὶ τῶν γονάτων τῶν ἵππων λειχῆνες, ἃς ἀποξύειν κελεύει καὶ τρίβοντας διδόναι πιεῖν τοῖς ὀφιοδήκτοις ἀλεξητήριον. καλεῖσθαι δὲ αὐτὰς λέγουσί τινες χελιδόνας. χαμαλὴν δὲ λειχῆνα εἶπε, διότι ἐν τοῖς κάτω τῶν ἵππων μέλεσι γίνεται καὶ οὐκ ἄνω φύεται· ἐν γὰρ τοῖς γόνασιν, ὡς εἴρηται, φύεται. Ἄλλως. βοτάνη ἱππολειχὴν θεραπευτικὴ θεραπεύουσα τῶν ἵππων τὰς λειχῆνας, ἣν λέγουσιν ἱπποσέλινον.
Κινάμοιο: ἐν τῷ γ (c. 111) φησὶν Ἡρόδοτος ἐν Ἰνδικῇ ζῷον εἶναι, ὃ καλεῖται κινάμωμον, ὅτι καλιὰν ποιεῖται ἐκ τῶν καρφῶν διὰ τὴν ὀδμήν· ὅθεν καὶ κινάμωμον καλεῖται. οἱ δὲ τὸ ξύλον τὸ κινάμωμον αὐτό φασιν εἰρηκέναι.
πολυστείοισι νομάζων: ἤτοι πολυψήφοις. εἰ δὲ πολυμνίοισιν, ἀντὶ τοῦ πολλὰ μνία ἔχουσι· μνία γὰρ τὰ βρύα· διὸ καὶ διὰ τοῦ ἰῶτα γράφεται. νομάζων δὲ ἀντὶ τοῦ νεμόμενος.
ἐν στύπεϊ: τῷ κύτει καὶ τῇ γαστρὶ τοῦ ὅλμου· περιφραστικῶς ἀντὶ τοῦ ἐν ὅλμῳ, τουτέστι τῇ θυείᾳ.
ἀπαρινέα δὲ ἀντὶ τοῦ ἀπαρίνης χυλόν. ἀπαρίνη δέ ἐστιν εἶδος φυτοῦ.
τὸ δὲ διακριδόν γράφεται καὶ διασταδόν. τροχίσκους δὲ δραχμαίους ποίει. χωρείτω δέ, φησιν, ὁ δραχμαῖος τροχίσκος δύο κοτύλους καὶ πινέσθω.
καί κεν Ὁμηρείοιο: ἢ διὰ τὸν ζῆλον ἢ διὰ τὴν πατρίδα. Κολοφώνιον γὰρ ἔνιοι τὸν Ὅμηρον ἐγενεαλόγησαν. ἢ ἴσως Ὁμηρικόν, ὥσπερ Κρατίνειον καὶ Ἀριστάρχειον.
μνῆστιν ἔχοις: ἤτοι μνησθείης ἄν μου, ὦ Ἑρμησιάναξ, τοιαύτας εὑρόντος θεραπείας. νιφόεσσα δὲ περιφραστικῶς ἡ Κλάρος,
ἥτις οὕτως ὠνόμασται παρὰ τὸ ἐκεῖ γενομένην τὴν Μαντὼ τὴν Τειρεσίου μετὰ Ζωγραίου κλαῦσαι, ἢ διὰ τὸ λαχεῖν αὐτὴν τὸν Κλάριον Ἀπόλλωνα. γράφεται καὶ Κλάρου πολίχνη, τουτέστιν ἡ Κλάρος αὐτή. ἔστι δὲ πόλις Κολοφῶνος.