Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

θέρων δὲ ἀντὶ τοῦ ἰώμενος τὸ τοῦ Ἰφικλέος ἕλκος, ὅπερ πέπονθε χρανθεὶς τῷ αἵματι τῆς ὕδρας, ὅτε αὐτὴν σὺν τῷ ἀδελφῷ Ἡρακλεῖ ἔκαιεν. Ἡρακλέους γὰρ τὴν ὕδραν ἀναιροῦντος ὁ ἀδελφὸς αὐτοῦ ὁ Ἰφικλῆς πληγεὶς ὑπ’ αὐτῆς ἐθεραπεύθη ὑπ’ Ἀσκληπιοῦ. Ἤ Ἰφικλέος ἔρνος, ἵν’ ᾖ λέγων τὸν Ἰόλαον πεπλῆχθαι ὑπ’ αὐτῆς, ὅπερ ἄμεινον. Ἰδίως δὲ ταῦτα ἱστορεῖ Νίκανδρος. οὐ γὰρ Ἰφικλῆς ἀλλ’ ὁ τούτου παῖς ὁ Ἰόλαος συνεστράτευσεν Ἡρακλεῖ ἐπὶ τὴν ὕδραν.

σκύλακας δὲ καταχρηστικῶς τὰ τέκνα τῆς γαλῆς. λαιδρὴν δὲ τὴν εὐκίνητον καὶ ἀναιδῆ καὶ θρασεῖαν καὶ ἁρπακτικήν.

πρόσπαιον δὲ πρόσφατον. ἀποσκύλαιο δέ, ἤγουν ἐκδείρειας. λάχνην δὲ τὸ δέρμα.

καρφαλέου τουτέστι ξηροῦ ἢ ξηροποιοῦ.

καθύπερθε: ἤτοι ὑπεράνω τῆς ἀυτμῆς τοῦ καταξήρου πυρὸς τοῦ σελάοντος, ἤγουν ἀναπτομένου. φύσει γὰρ τὸ πῦρ κατάξηρον καὶ θερμὸν κατὰ τὴν ἰδίαν φύσιν.

καὶ αφόρδια γαστρός: ἤτοι πάντα τὰ ἔντερα γαλῆς λαβὼν καὶ τὰ σκύβαλα ῥῖψον ἔξω, αὐτὴν δὲ τὴν γαλῆν φύρσον, τουτέστι ταρίχευσον, καὶ πάσον ἅλατι καὶ ἐν σκιαῖς ξήρανον. τοῦτο γὰρ δηλοῖ τὸ ἠελίοιο δίχα, ἵν’ ᾖ σκιόψυκτον, ἵνα μὴ ἡ πιότης, ἤγουν τὸ ὑγρόν, ξηρανθῇ.

σκίναρ δὲ γέννημα παρὰ τὸ σκιρτᾶν, ἢ τὸ σῶμα καὶ σκήνωμα.

μήτι ἐνισκήλῃ νεαρόν: τουτέστι μὴ ξηράνῃ τὸ σῶμα τῆς γαλῆς ὁ ἥλιος προσελθὼν καὶ προσπεσὼν ὀξύς. δυσωδία γὰρ πεῥιέσται,

ἣ τὴν ἰκμάδα ἀπόλλυσι. ὁ νοῦς ἅπας οὕτως, γαλῆς τέκνα ἢ αὐτὴν τὴν μητέρα ἀγρεύσας κτεῖνον καὶ ἐν πυρὶ τὰς τρίχας αὐτῆς καῦσον ἐκβαλὼν πάντα τὰ ἔγκατα αὐτῆς καὶ ἁλίσας ξήρανον ἐν σκιᾷ καί, ὁπότε χρῄζεις, λαβὼν μάχαιραν τὰ μὲν ὀστέα ἀφελὼν ῥῖψον, τὸ δὲ σῶμα τρίψας μετὰ οἴνου δὸς πιεῖν μετὰ σιλφίου ἢ ξηροῦ γάλακτος στροφάλιγγος, ὃ βέλτιον. Ἄλλως. λαβὼν τὴν γαλῆν ἔκδειρον αὐτὴν καὶ ξηράνας εἰς ὅλμον κόπτε συντόμως σὺν δυσὶ δραχμαῖς ἀριστολοχείας καὶ ἀπ’ αὐτοῦ τεσσάρων δραχμῶν ὁλκὸν στήσας δὸς μετὰ οἴνου πιεῖν πλήσας ποτήριον. Ἄλλως. γράφεται μὴ σύγ’ ἐνὶ σκύλῃ, ἤτοι μὴ σύγε, φησί, νεωστὶ τὸ σῶμα ξηράνας τῆς γαλῆς κατέργασο, ἀλλ’ ὁπόταν δι’ ἀνάγκην χρείαν αὐτῆς ἔχῃς.