Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

πα λίσσυτον: ἤτοι ὀπισθόρμητον· ἀναποδίζων γὰρ καὶ ὑποστρέφων κείρει. ἢ τὴν κατὰ ἔτος εὐγνωμονοῦσαν.

μηδέ τι δάφν ης: Ἀντίγονος τὴν λεπτόφυλλον δάφνην ἀραιοτέραν εἶναί φησι, τὴν δὲ αὐτὴν καὶ ἀγρίαν καλεῖσθαι.

ἀραιοτέρης οὖν τῆς λεπτοφύλλου.

χραισμήεις: πανὺ δὲ ἂν καὶ ἀμάρακος εἴη βοηθητικός, ὅ ἐστι σάμψυχος. τὸ δὲ ἄν παρέλκεται. ἀνδήροισι δέ, ἔν τε ταῖς πρασιαῖς ἢ τοῖς κήποις καὶ ἀναχώμασι τῶν ποταμῶν ἀνθῶν καὶ φυτευόμενος.

τάμισον τὴν πυτίαν λέγει, ἥτις ἐπὶ τῶν ἤδη γαλακτοτροφουμένων ζῴων εὑρίσκεται. χρῶνται δὲ αὐτῇ πρὸς πῆξιν τῶν τυρῶν. καὶ Νικόων δὲ ἐν ταῖς δυνάμεσιν ἀρίστην τὴν πυτίαν εἶναί φησι τὴν τοῦ νεβροῦ, δευτέραν δὲ τὴν τοῦ λαγωοῦ, καὶ τρίτην τὴν τοῦ ἐρίφου, ἧς μέμνηται ὁ Θεόκριτος (7, 16). σκίνακος δὲ τοῦ σκιρτητικοῦ, εὐκινήτου, ταχέος.

καὶ πρὸκὸς κὸς τοῦ τέκνου τῆς δορκάδος. πάροιθ′ ἀπολύματα: τα: ἀντὶ τοῦ πρῶτον τὰ ἀφοδεύματα καθάρας.

ἡ ἐλάφου: καὶ γὰρ ἐλάφου τὴν κοιλίαν λέγει, ἣν καλοῦσιν ἐχῖνον, τουτέστι ὅπερ πολύπτυχον λέγουσιν. Ἂλλως. ἐχῖνος κυρίως μὲν

ἡ κοιλία τοῦ βοός, νῦν δὲ ἐπὶ τῆς ἐλάφου. καὶ ὁ κεκρύφαλος δὲ εἶδος κοιλίας. ἰστέον δὲ ὅτι τρεῖς εἶναι κοιλίας φησί, καὶ τὴν μὲν πρώτην καὶ ἄνω κεκρύφαλον εἶναι λέγει παρὰ τὸ κρύπτειν τὴν τροφήν, τὴν δευτέραν δὲ ἐχῖνον διὰ τὸ ἔχεσθαι ἐκεῖ τὴν τροφήν, ἢ διὰ τὸ τραχύ· ἔστι δὲ τὸ λεγόμενον πολύπτυχον· καὶ τρίτην δὲ ἀποκριτικήν. Τῶν δὲ μηρυκωμένων ζῴων ἡ πρώτη κοιλία ἤνυστρον καλεῖται, ἡ δευτέρα ἐχῖνος καὶ ἡ τρίτη κεκρύφαλος.

δραχμάων ὅσσον τε: μοίρας δύο δραχμῶν, τουτέστι δύο δραχμάς. ὁ δὲ κύαθος μέτρον ἐστί.