Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)
Scholia in Nicandrum
Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.
ῥοιξηδόν: ἤγουν μετὰ ῥοίζου καὶ κτύπου φέρονται πᾶσαι διὰ τὸ ὀσμὴν μέλιτος ἔχειν αὐτήν.
ἠὲ σύγ’ ἐγκεφάλου: ἢ σύ, φησι, λάβε τὰς πέριξ τοῦ ἐγκεφάλου ἀραιὰς μήνιγγας τῆς κατοικίδος ὄρνιθος. γράφεται καὶ σμήριγγας οὕτω δὲ λέγουσι τὰς τρίχας τὰς ἐπὶ τῶν μηρῶν καὶ τοῦ τραχήλου, ἔνιοι δὲ τὰς ἐπὶ τοῦ μετώπου, ἄλλοι τὸν ὑμένα λέγουσι τὸν περιτρέχοντα τὸν ἐγκέφαλον. ἔστι δὲ οὑτος τραχύτερος περιέχων τὴν ἀρχὴν τὴν ἐν τῷ νωτιαίῳ μυελῷ. ὅτι δὲ ὁ ἐγκέφαλος τῆς ὄρνιθος εἰς τοὺς ὀφιοδήκτους δῆλον. φησὶ καὶ Πέτριχος ἐν Οφιακοῖς.
ψῆγμα πολύκνημον: οἱ μὲν ὄνομα βοτάνης, οἱδὲ λεπτόν. γράφεται καὶ ψηχρὰ πολύκνημον. σημαίνει δὲ ποτὲ μὲν τὸ περίψηγμα, ποτὲ δὲ τὴν βοτάνην δηλοῖ, ἧς μνημονεύει καὶ Ἀπολλᾶς ἐν τῷ περὶ βοτανῶν.
ὅστε τραπέζης: τράπεζα καὶ πύλη μέρη τινά εἰσιν ἐξημμένα τοῦ ἥπατος· τράπεζα, ὄνυξ, μάχαιρα, κάνεον.
διὰ δὲ τοῦ νε ύει δὲ χο λῆς καὶ τῶν τοιούτων ἀνατομικῆς ἐμπειρίας ἐπιστήμην παρίστησιν οἰκείαν ἔξωθεν παριστορῶν ἐγκαίρως· ἀντὶ τοῦ μέρος τουτέστι τῆς τραπέζης ἐγγὺς τῆς λολῆς καὶ τῶν πυλῶν τῆς τροφῆς.
σύμμικτα δὲ μετὰ οἴνου ἢ ὄξους. πλείων δὲ θεραπεία ἐπακολουθήσει τῷ μετὰ οἴνου πιόντι.
ἐν δὲ φόβην: τρίκα, φύλλον. πάνακες δέ· πολλὰ χὰρ πανάκη εἰσί, τὸ μὲν ἡράκλειον, τὸ δὲ κενταύρειον, ὅ καὶ χειρώνειον καλεῖται, τὸ δὲ ἀσκληπίειον. Θεόφραστος δὲ (hist. plant. VIIII 11, 1) τὴν τιθύμαλλόν φησι πάνακες γενέσθαι καὶ λέγεσθαι.
οὐλοὸν ὄρχιν: ἢ τὸν ὁλόκληρον ἢ τὸν ὀλέθριον ἑαυτῷ. Σώστρατός φησιν ἐν τῷ περὶ φύσεως ζῴων ἀμφίβιον τὸ ζῷον τοῦτο, ἤγουν τὸν κάστορα, εὑρίσκεσθαι δὲ ἐν ταῖς κατὰ τὴν Σκυθίαν ἐρημίαις καὶ ἔχειν τοὺς ὄρχεις πλατεῖς ὡς κάπρου. διαδίδοται δὲ ὅτι διωκόμενος ἐκκόπτει τοὺς ὄρχεις αὑτοῦ νοῶν ὡς αὐτῶν ἕνεκα διώκεται.
ἢ ἵππου: καὶ τοῦ ἱπποποτάμου ὁ ὄρχις ὠφελεῖ, φησι. Σάις
δὲ πόλις Αἰγύπτου γέμουσα ἱπποποτάμων. αἰθα λόεσσαν δέ φησιν αὐτήν, ἐπεὶ μελανόγειός ἐστιν.ἐπιβάλλεται ἅρπην: ἡ δρεπάνη· νῦν δὲ τοὺς ὀδόντας λέγει, ὅτι ὅλους τοὺς στάχυας τρώγει.
ζάλον δὲ τὸ βορβορῶδες κῦμα.
χιλοὶ ὅτε: ὅτε οἱ χιλοὶ πλήθουσι τοῦ σίτου καὶ νεωστὶ ἀπέθεντο τὴν πόαν, τουτέστι τὸ βοτανῶδες καὶ χλοῶδες, τουτέστιν ὅτε ἀνθεῖ ὁ σῖτος. χιλοὶ δὲ ὑπό τινων ὁ Δημητριακὸς καρπός, ὑπὸ δὲ ἄλλων αἱ κριθαὶ καλοῦνται. οὕτως οὖν, ὅτε χλωραί εἰσιν αἱ τροφαί, ὅτε δὲ ἀνθεῖ ὁ σῖτος ὑπόχλωρος ὤν, λοιπὸν τοσοῦτον περιπατῶν καὶ ἐξιὼν τοῦ ποταμοῦ καταλιμπάνει τὸν ἰλυώδη βυθόν, ὅσον δύναται φαγεῖν, μέχρις ἂν καταλάβῃ πάλιν τὸν ποταμὸν ὑποστρέφων. τὸ γὰρ στείβειν πρὸς ἀντιδιαστολὴν τοῦ κολυμβᾶν εἶπε. κολυμβᾷ γὰρ τὸ ζῷον.
πα λίσσυτον: ἤτοι ὀπισθόρμητον· ἀναποδίζων γὰρ καὶ ὑποστρέφων κείρει. ἢ τὴν κατὰ ἔτος εὐγνωμονοῦσαν.
μηδέ τι δάφν ης: Ἀντίγονος τὴν λεπτόφυλλον δάφνην ἀραιοτέραν εἶναί φησι, τὴν δὲ αὐτὴν καὶ ἀγρίαν καλεῖσθαι.
ἀραιοτέρης οὖν τῆς λεπτοφύλλου.
χραισμήεις: πανὺ δὲ ἂν καὶ ἀμάρακος εἴη βοηθητικός, ὅ ἐστι σάμψυχος. τὸ δὲ ἄν παρέλκεται. ἀνδήροισι δέ, ἔν τε ταῖς πρασιαῖς ἢ τοῖς κήποις καὶ ἀναχώμασι τῶν ποταμῶν ἀνθῶν καὶ φυτευόμενος.
τάμισον τὴν πυτίαν λέγει, ἥτις ἐπὶ τῶν ἤδη γαλακτοτροφουμένων ζῴων εὑρίσκεται. χρῶνται δὲ αὐτῇ πρὸς πῆξιν τῶν τυρῶν. καὶ Νικόων δὲ ἐν ταῖς δυνάμεσιν ἀρίστην τὴν πυτίαν εἶναί φησι τὴν τοῦ νεβροῦ, δευτέραν δὲ τὴν τοῦ λαγωοῦ, καὶ τρίτην τὴν τοῦ ἐρίφου, ἧς μέμνηται ὁ Θεόκριτος (7, 16). σκίνακος δὲ τοῦ σκιρτητικοῦ, εὐκινήτου, ταχέος.
καὶ πρὸκὸς κὸς τοῦ τέκνου τῆς δορκάδος. πάροιθ′ ἀπολύματα: τα: ἀντὶ τοῦ πρῶτον τὰ ἀφοδεύματα καθάρας.
ἡ ἐλάφου: καὶ γὰρ ἐλάφου τὴν κοιλίαν λέγει, ἣν καλοῦσιν ἐχῖνον, τουτέστι ὅπερ πολύπτυχον λέγουσιν. Ἂλλως. ἐχῖνος κυρίως μὲν
ἡ κοιλία τοῦ βοός, νῦν δὲ ἐπὶ τῆς ἐλάφου. καὶ ὁ κεκρύφαλος δὲ εἶδος κοιλίας. ἰστέον δὲ ὅτι τρεῖς εἶναι κοιλίας φησί, καὶ τὴν μὲν πρώτην καὶ ἄνω κεκρύφαλον εἶναι λέγει παρὰ τὸ κρύπτειν τὴν τροφήν, τὴν δευτέραν δὲ ἐχῖνον διὰ τὸ ἔχεσθαι ἐκεῖ τὴν τροφήν, ἢ διὰ τὸ τραχύ· ἔστι δὲ τὸ λεγόμενον πολύπτυχον· καὶ τρίτην δὲ ἀποκριτικήν. Τῶν δὲ μηρυκωμένων ζῴων ἡ πρώτη κοιλία ἤνυστρον καλεῖται, ἡ δευτέρα ἐχῖνος καὶ ἡ τρίτη κεκρύφαλος.δραχμάων ὅσσον τε: μοίρας δύο δραχμῶν, τουτέστι δύο δραχμάς. ὁ δὲ κύαθος μέτρον ἐστί.